Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.44
Not analysed yet
τροπίαν. Εἰ δὲ δὴ ταῦτα λέγοι Χριστὸς, καὶ καταιτιῷτο τοὺς Ἰουδαίους, ἐννοήσεις ὅσα πεπράχασιν ἐμπαροινοῦντες αὐτῷ, καὶ παγίδα ἱστάντες, καὶ διορύττοντες βόθρους. Καὶ τό γε ἧκον εἰς αὐτοὺς, καὶ εἰς δύναμιν ἐπιχειρημάτων πᾶν εἶδος σκαιότητος ἀρτύοντες ἐπ' αὐτῷ. Ποτὲ μὲν γὰρ ἀπεστάλκασί τινας τῶν ἰδίων μαθητῶν, μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, ἐρομένους τε καὶ λέγοντας· «Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ πάλιν προσίεσαν λέγοντες, «Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεῦσαι; Ἵνα κατηγορήσωσιν αὐτοῦ.» Ἀκουέτωσαν τοίνυν λέγοντος, «Ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.» Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Τῆς ἐν νόμῳ λατρείας τὸ ἀδρανὲς καθορίσας, διά τε τοῦ φάναι, «Τί μοὶ πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; Πλήρης εἰμί.» Καὶ τούτοις ἐπενεγκὼν, «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Ἐπὶ καιροῦ πάλιν τῆς εὐαγγελικῆς πολιτείας ἐξηγεῖται τὴν ἀστειότητα, καὶ τῆς ἀληθῶς ἁγίας ζωῆς καταδείκνυσι τὴν ὁδὸν, οὐκ ἐν τύποις ἔτι καὶ σκιαῖς, ἀλλ' ἐν αὐτοῖς πράγμασι, καὶ τοῖς κατ' ἀρετὴν νοουμένοις αὐχήμασιν ἔχουσι τὸ εὐδόκιμον. Τί γάρ φησι, «Μάθετε καλὸν ποιεῖν;» Ἆρ' οὖν, εἰπέ μοι, φαίη τις ἂν, ἐξίστησι παντελῶς τῆς νομικῆς ἐντολῆς; οὐκ ἐᾷ τοῖς διὰ Μωσέως τεθεσπισμένοις ἐνατενίζειν ὅλως; Εἶτα πῶς ἔφασκε Χριστός· «Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Πῶς δὲ καὶ ὁ Παῦλος ἔφασκεν· «Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή;» Πρὸς δὴ τὰ τοιάδε πάλιν ἐροῦμεν, ὅτι καλὸς ὁ νόμος, εἰ δὴ νοοῖτο πνευματικῶς, οὐκ ἐξίστησιν ἡμᾶς ὁλοτρόπως τοῦ νόμου Χριστός; ἀναβιβάζει δὲ μᾶλλον ἐπὶ τὸ προῦχον καὶ ἄμεινον, ὑποβάθραν ὥσπερ τινὰ προκαταθεὶς ἐν ἡμῖν τὴν διὰ νόμου παιδαγωγίαν, καὶ τῆς ἀληθοῦς λατρείας οἱονεὶ προγύμνασμα προαναδείξας τοῖς ἀρχαιοτέροις τὰ ὡς ἐν σκιαῖς καὶ τύποις. Ἄλλως τε κἀκεῖνο τούτοις ἀναγκαίως ἔστ' εἰπεῖν· Ὁ μὲν νόμος ὁ διὰ Μωσέως, φαυλότητός τε καὶ ἁμαρτίας ἀποσχέσθαι διδάσκει, καὶ τῶν αἰσχιόνων ἐστὶ παραδεικτικός. Καὶ γοῦν ὁ Παῦλός φησι· «Τὴν δὲ ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ τοῦ νόμου.» Τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἀρετῆς ἁπάσης ἡμᾶς ἐπιμελητὰς ἀποφαίνει. Ταύτῃ τοι καὶ ὀνομάζοιτο ἂν εἰκότως, κυρίως τε καὶ ἀληθῶς αὐτὸ χρῆμα τὸ καλόν. Τὸ γὰρ, «Οὐ φονεύσεις, οὐ μοιχεύσεις,» ἐξιστᾷν ἦν ἁμαρτίας τοὺς παιδευομένους, οὔπω γε μὴν ὅ τί ποτέ ἐστι τὸ καλὸν τελείως ἐκφαίνοντος. Τὸ δὲ δεῖν ὅλως μήτε ὀργίζεσθαι τῷ ἀδελφῷ, μήτε μὴν ἐπιθυμεῖν, τοῖς τῆς ἀρετῆς αὐχήμασιν ἐμβιβάζοντος. Ἐξαίρετον γὰρ τὸ καταθλεῖν ὀργῆς, ἀξιάγαστον δὲ πρὸς τοῦτο τὸ ἀνασειράζειν δύνασθαι τὰς εἰς τὸ φαῦλον ἐπιθυμίας, καὶ μὴ ἐπιτρέπειν