Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.413
Not analysed yet
κατοικοῦσι Δεσέθ. Πόλις δὲ καὶ αὕτη τῆς Μωὰβ, οἳ κόμμον τάχα που καὶ θρῆνον εὔρυθμόν τε καὶ εὐμελῆ καθ' ἑαυτῶν μελετήσαντες, διὰ τούτου σημαίνονται. Καὶ οὐκ ἐντραπήσονται πρὸς τὰ πεδία Ἐσεβῶν· πενθήσει ἄμπελος Σεβαμά. Καταπίνοντες τὰ ἔθνη, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Ὁ λόγος ἐστὶν ἐν τοῖς πρὸς αὐτοὺς τάχα που τοὺς τὴν Μωὰβ ᾑρηκότας, Ἀσσυρίους τέ φημι καὶ Βαβυλωνίους, οἷς προστέταχε τὰ τῆς Ἐσεβὼν πεδία μὴ ἐντρέπεσθαι ἔτι καὶ αὐτὴν κατεμπρῆσαι τὴν Ἐσεβῶν· διαθεῖναι δὲ οὕτω καὶ τὴν Σαυαμὰ, ὡς πενθῆσαι καὶ τὰς οὔσας ἀμπέλους ἐν αὐτῇ. Πρὸς αὐτοὺς δὲ δὴ καί φησι· Καταπίνοντες τὰ ἔθνη. Ὑμῖν γὰρ ἐπιτάττω, φησὶν, ὦ τῶν ἐθνῶν ὀλετῆρες, καὶ ἄπλειστοί μοι καὶ ἀπηνέστατοι θῆρες, ἔθνη καταπίνοντες, καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζήρ. Πόλις δὲ καὶ αὕτη τῶν Μωαβιτῶν. Ἀμπέλους δὲ πάλιν ἐν τούτοις, τοὺς τῶν Μωαβιτῶν οἰκήτορας ὀνομάζει. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ, καὶ δρυμοῖς καὶ ξύλοις καὶ μὴν καὶ ἀμπέλοις παρεικάζειν τοὺς ἐν ἑκάστῃ πόλει τε καὶ χώρᾳ. Καὶ γοῦν περὶ τοῦ Ἰσραήλ φησιν· Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ὁ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Λέγων δὲ, ὅτι Καταπατήσατε τὰς ἀμπέλους αὐτῆς, δείκνυσι πάλιν, ὅτι μὴ τῆς τῶν Ἀσσυρίων χειρὸς ἔργον ἦν τὸ νικῆσαι τὴν Μωὰβ, ἀλλ' ἦν ὁ πάντα ἰσχύων Θεὸς ὑποφέρων τοῖς αὐτοῦ ποσὶ τοὺς ἀνθεστηκότας, καὶ τὸ δύνασθαι κρατεῖν τῆς ἐκείνων χειρὸς δωρούμενος. Οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι· ἐγκατελείφθησαν, διέβησαν τὴν ἔρημον. Φασὶν ὅτι τῶν Ἀσσυρίων ἐμβεβληκότων, πλεῖστοι τῶν Μωαβιτῶν εἰς τὴν ὅμορόν τε καὶ γείτονα φυγόντες ἔρημον διαλανθάνειν ἐσπούδαζον, καὶ μόλις ἐσπούδαζον, κομιδῆ βραχεῖς τὸν ἀριθμόν. Καὶ ἦν μὲν ἴσως οὐ χαλεπὸν τοῖς Βαβυλωνίοις κἀκείνους ἀνευρεῖν, ἐπαφιέντος Θεοῦ, καὶ μέχρις αὐτῶν ἐκτείνοντος τὴν ὀργήν. Ἐπειδὴ δὲ κολάζει μεμετρημένως φιλάνθρωπος ὢν, μονονουχὶ καὶ ἐντέλλεται τοῖς πεπορθηκόσι τὴν Μωὰβ, μὴ συνάπτειν τοῖς ἀπολωλόσι τοὺς φυγάδας, πλανᾶσθαι δὲ ὥσπερ ἐᾷν τὴν ἔρημον, τουτ' ἔστι, λήθῃ διδόναι καὶ παραπέμπεσθαι τὴν ἔρευναν τῶν ἐν αὐτῇ συνδεδραμηκότων. Ταύτῃτοί φησι, πλανηθῆναί τε τὴν ἔρημον. Οἱ ἀπεσταλμένοι ὑμεῖς, φησὶν, οἱ διὰ τῆς ἐμῆς ὀργῆς ἀπεσταλμένοι πρὸς τὸ κατὰ κράτος ἑλεῖν τὴν Μωὰβ, πλανήθητε τὴν ἔρημον, λήθῃ δότε, καὶ παραπέμψασθε τὴν ἔρημον, διέβησαν γὰρ αὐτήν. Εἶτα ἐπέῤῥιπται μεταξὺ τὸ, Ἐγκατελείφθησαν, ἐκεῖνο πάλιν διδάσκων, ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωαβιτῶν, εἰ μὴ προσκέκρουκεν οὐ μετρίως τῷ πάντα ἰσχύοντι Θεῷ. Διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ, ἄμπελος Σεβαμά. Τὰ δένδρα σου κατέβαλεν Ἐσεβῶν, καὶ ἐλάλει, ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ ἄπαντα πεσοῦνται,