Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.416
Not analysed yet
καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἀπὸ τῶν ἀμπέλων σου· καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται· καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Ἀναπλάττει πρόσωπον ὁ προφητικὸς ἡμῖν λόγος, ἐπὶ ταῖς τῶν Μωαβιτῶν δακρυῤῥοοῦν συμφοραῖς, καὶ τάχα που τῆς Ἰαζὴρ ὑπὲρ τὰς ἑτέρας πεπορθημένης· οὕτω καὶ τὰς ἄλλας κατολοφύρεσθαί φησιν, ὥσπερ ἂν πρέποι καὶ τὴν Ἰαζήρ. Ἀμπέλους δὲ καὶ δένδρα τοὺς ἐνοικοῦντας ταῖς πόλεσιν ὀνομάζει. Ἀπαριθμεῖται δὲ καὶ τὰς πεπορθημένας τῆς πόλεως Σαβαμὰ καὶ Ἐσεβῶν. Ὁ δέ γε τῶν πολεμίων δῆμος ἐλάλησεν. Ἐπὶ τῷ θερισμῷ σου καὶ ἐπὶ τῷ τρυγητῷ σου, φησίν· ἐλάλησε δὲ τί; Τὸ, Καταπατήσω δηλονότι, καὶ ἅπαντα πεσοῦνται. Καὶ πρὸς τούτοις ἔτι· Ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου· ὁ γὰρ φιλέορτος Μωαβίτης, ὁ πλείστας τοῖς δαίμοσιν ἀνατιθεὶς τελετὰς, ὁ διανυκτερεύων ἐπὶ βωμοῖς, καὶ πρόφασιν εὐφροσύνης τὸ θύειν ἔχων ἀεί. Κατοιμώξει καὶ κλαύσεται, καὶ ἁπάσης θυμηδείας ἔσται μακράν. Οὐ γὰρ μὴ εὐφρανθήσονται· οὐδ' οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. Οὐκ ἔσται, φησὶν, ἐν ἀμπέλοις καρπός· συνοιχήσεται γὰρ αὐταῖς τὰ ἐξ αὐτῶν τικτόμενα. Καὶ ἐπὶ μὲν ταῖς ἀμπέλοις εἰ ἐκκόποιεν ὅλως, ἀληθὴς οὑτοσὶ λόγος. Εἰ δὲ δὴ γένοιτο πρὸς ἡμῶν, ὡς ἐν δυνάμει παραδειγμάτων ἐπὶ τὰ ἀνθρώπινα διδάσκει πάλιν ὁ λόγος, ὡς ὁμοῦ γονεῦσι τὰ ἐξ αὐτῶν οἰχήσεται, ὡς μηδὲ αὐταῖς ταῖς κυοφορούσαις δοθῆναί τινα παρὰ τῶν πολεμίων τὸν ἔλεον. Πεπονθέναι δὲ τοῦτο κατὰ τὴν Ἱερουσαλήμ φαμεν ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ. Καὶ γοῦν ἔφασκεν ὁ Σωτὴρ προσαπαγγέλλων τὰ συμβησόμενα αὐτῇ, ὅτι κυκλωθήσεται μὲν ὑπὸ στρατοπέδων· συμβήσεται δὲ τὸ οὐαὶ μάλιστα ταῖς τικτούσαις καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος, ὃ ἐνεκαίνισας. Ἀφῃρημένων, φησὶν, ἀγαλλιάματός τε καὶ εὐφροσύνης ἐκ τῶν ἀμπέλων σου, καὶ οὐδενὸς ἐν αὐτοῖς εὐφρανθησομένου, συμβεβηκότος δὲ τούτου κἀκείνου, γενήσεται τὰ ἐντός μου καὶ κιθάρα καὶ ᾠδὴ καὶ μέλος ἐπί σοι. Τὰ σὰ γὰρ ἐξαγγέλλω πάθη, καὶ διαβόητον ἀποφαίνω τὴν ἐπενεχθεῖσάν σοι συμφοράν. Καὶ ὥσπερ τις εὔρυθμος ἀναβοήσω λύρα, κατακτυπήσω δὲ οὕτως, καὶ ἐξάκουστον ἐργάσομαι τὴν ᾠδὴν, ὡς τεῖχος ὃ ἐνεκαίνισας. Ἔφη μὲν γὰρ ἐν ἀρχαῖς τῆς ὁράσεως ὁ μακάριος προφήτης· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις· νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Διερμηνεύοντες δὲ ἡμεῖς τῶν εἰρημένων τὴν δύναμιν, ἐλέγομεν, ὅτι σεισμοῦ γεγονότος, τὸ τῆς Μωαβίτιδος κατηῤῥάγη τεῖχος, καὶ πρὸ τῆς τῶν πολεμίων ἐκβολῆς μονονουχὶ καὶ ἐκ βάθρων ἀναμοχλευθὲν κατεβρόντησε τῆς Μωαβιτῶν, ὃ δὴ καὶ ἀνεκαίνισαν, ἀνόνητον παντελῶς τὸν ἐπί γε τούτῳ δαπανήσαντες πόνον. Εἷλον γὰρ ἀμογητὶ τὴν σύμπασαν γῆν Ἀσσύριοί τε καὶ Βαβυλώνιοι. Ἠχήσει τοίνυν τὰ ἐντός μου, φησὶν, ἐπὶ ταῖς σαῖς συμφοραῖς ὡς κιθάρα, καὶ διαβόητον οὕτως τὸ σὸν ἐργάσομαι πάθος· καθάπερ ἀμέλει τὸ σὸν κατηνέχθη τεῖχος, ὃ ἐνεκαίνισας μὲν, πλὴν ἐπ' οὐδενὶ