Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.417
Not analysed yet
τῶν χρησίμων. Πεπτωκότος γὰρ αὐτομάτως τοῦ τείχους, οὐδένα τῶν κατὰ πᾶσαν τὴν Μωαβιτῶν, ἤγουν καὶ ἑτέραις ὄντων πόλεσί τε καὶ χώραις ἔλαθεν τὸ συμβεβηκός. Καὶ ἔσται ἐν τῷ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὤστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τὶ πρὸς τούτῳ, φησὶ, συμβήσεται πάλιν, ὅπερ σοι γενήσεται πρὸς αἰσχύνης καὶ ἐντροπῆς· ματαίους γὰρ ἀνατλήσεις πόνους, ἀναπιμπλὰς μὲν αἱμάτων τοὺς παρὰ σοὶ βωμοὺς, καὶ ἀκαταλήκτους ποιούμενος τὰς θυσίας, καὶ λιτὰς προσάγων τοῖς χειροποιήτοις. Τεύξῃ τε οὐδενὸς τῶν εἰς ὄνησίν τε καὶ σωτηρίαν. Οὐ γάρ σε δυνήσονται τῶν ἐπηρτημένων ἀπαλλάξαι κακῶν. Ποία γὰρ ἰσχὺς ἐν εἰδώλοις ἀψύχοις, ἃ καὶ τέχνης ἐστὶν ἀνθρωπίνης εὑρήματα, καὶ δημιουργοὺς ἔχουσι τοὺς προσκυνοῦντας αὐτά; Οὐκοῦν καθά φησιν ὁ μακάριος Δαβίδ· Ὅμοιοι αὐτοῖς γένωνται οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ἰστέον δὲ, ὅτι δεισιδαιμονέστεροι λίαν οἱ Μωαβῖται γεγόνασιν, οἰωνοσκοποί τε καὶ ψευδομάντεις, καὶ τερατολόγοι, καὶ πολὺ λίαν ἐπιθαρσήσαντες τοῖς ἐκ γοητείας κακοῖς. ᾬοντο γὰρ ἴσως κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρὸς, οὐ τοσοῦτον, ὥς γε οἶμαι, ταῖς τῶν τακτικῶν ἐμπειρίαις, ὅσον ταῖς ἐπικουρίαις τῶν παρὰ σφίσι θεῶν. Ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος, ἄψυχον ὕλην διὰ θυσιῶν τε καὶ λιτῆς καλέσαντες εἰς ἐπικουρίαν. Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ ὁπότε καὶ ἐλάλησεν. Αὕτη, φησὶν, ἡ ὅρασις, ἡ κατὰ τῆς Μωαβιτῶν λαληθεῖσα παρὰ Θεοῦ· ὁπότε καὶ ἐλάλησε, τοῦτ' ἔστιν, εἰ καὶ πρὶν τοὺς δι' ἐμοῦ γενέσθαι λόγους, πλεῖστά τε ὅσα λελάληκε περὶ αὐτῆς, καὶ ἐπὶ μυρίοις αὐτὴν κατῃτιᾶτο κακοῖς. Ὡς γὰρ ἔφην φθάσας, καὶ ὁ θεσπέσιος Μωσῆς τῆς τοῦ ἔθνους διαμέμνηται δυστροπίας, καὶ ἐν τοῖς ὅτι μάλιστα κατεστυγημένοις ποιεῖσθαι προστέταχεν. Ἔφη γοῦν· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς ἐκκλησίαν Κυρίου, καὶ ἕως δεκάτης γενεᾶς. Ἀπεκόμισέ ποτε καὶ τὸν Ἰσραὴλ τῆς εἰς Θεὸν ἀγάπης, καὶ προσκυνεῖν ἀνέπεισε τῷ Βεελφεγὼρ, ταῖς εἰς αἰσχρότητα τεθηγμένον ἡδοναῖς, καὶ γυναίων ὥραις σεσαγηνευμένον εἰς ἀπώλειαν. Οὐκοῦν λελάληκε μὲν περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός. Καὶ νῦν δὲ δι' ἐμοῦ τοῦτο γέγονεν ἐπ' αὐτῆς τὸ ῥῆμα, φησίν. Καὶ νῦν λέγω, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ, σὺν παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. Εἰς ἀνάμνησιν ἱστορίας ἡμᾶς καὶ νῦν ὁ προφητικὸς ἀποκομίζει λόγος. Ἀποφοιτήσασαι γὰρ τῶν Ἱεροσολύμων δέκα τοῦ Ἰσραὴλ φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ· προσκεκυνήκασι δὲ ταῖς χρυσαῖς· ἐνιέντος αὐτοὺς εἰς τοῦτο, καὶ δυσσεβῶς κατωθήσαντος Ἱεροβοὰμ τοῦ Νάβατ. Εἶτα καὶ ἑτέρας ἐπενόησαν ἐκεῖ τὰς ψευδο-