Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.420
Not analysed yet
λατρείας ἕκαστοι τὸ δοκοῦν ἀνατιθέντες ὡς Θεόν. Ἀγανακτήσας τοιγαροῦν ἐπὶ τούτοις ὁ τῶν ὅλων Κύριος, ἅτε δὴ καὶ ὑβρισμένης αὐτοῦ τῆς δόξης, καὶ πεπατημένων τῶν πατρῴων θεσμῶν, μονονουχὶ κατεμισθώσατο τὸν Ἀσσύριον Σαλμανασὰρ καὶ ἐπαφῆκεν αὐτοῖς, ὃς καὶ πᾶσαν τὴν Σαμαρειτῶν κατεχειροῦτο γῆν, τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ· κατὰ τὸν αὐτὸν τουτονὶ χρόνον ἥλω κατὰ κράτος ἡ Μωαβιτῶν. Οὐκοῦν εἰ καὶ λελάληκε, φησὶ, καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ, τοῦτ' ἔστι, τοῦ βασιλέως Ἀσσυρίων, ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Καὶ διά γε τούτων, ἤτοι τὴν παρὰ αὐτοῖς βασιλείαν φησὶν, ἢ καὶ κατὰ τὰ μεγέθη τῶν πόλεων, καὶ τὴν τῶν ἐνοικούντων πληθὺν, ἢ τάχα που, τὴν ἐμπειροπόλεμον ἡλικίαν. Καταλειφθήσεται δὲ, φησὶν, ὀλιγοστὸς καὶ οὐκ ἔντιμος, τοῦτ' ἔστι, δαπανηθήσεται μὲν τῷ πολέμῳ πᾶν ὅπερ ἐστὶ τίμιον παρ' αὐτοῖς· οἱ δέ γε περιλειφθέντες ὀλίγοι τε ἔσονται παντελῶς, ἀτιμώτατοί τε καὶ ἄνανδροι, καὶ τοῦ μηδενὸς ἄξιοι λόγου. Φοβερὸν οὖν ἄρα, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τὸ προσκρούειν ἀποτολμᾷν τῷ πάντα ἰσχύοντι, πῶς οὐχ ἁπάσης ἔσται πρόξενον συμφορᾶς; Σωτήριον δὲ καὶ τὸ ὑποκεῖσθαι φιλεῖν αὐτῷ, καὶ αὐτὸν εἰδέναι μόνον, καὶ τῶν τῆς πλάνης ἀρκύων ἀποφοιτᾷν, λέγειν τε αὐτῷ μετὰ διαθέσεως ἀγαθῆς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΔΑΜΑΣΚΟΥ. Γέγονε μὲν ἀλκιμωτάτη καὶ ἐπισημοτάτη πόλις ἡ Δαμασκηνῶν· δυσσεβὴς δὲ καὶ θεομάχος, καὶ τῶν ὅτι μάλιστα κατεστυγημένων παρά γε τῷ παναγίῳ Θεῷ· καὶ ἦν εἰδωλολάτρης, καὶ ταῖς Ἀσσυρίων βδελυρίαις τε ὁμοῦ καὶ ὑπεροψίαις κατ' οὐδένα παραχωροῦσα τρόπον. Προσκέκρουκε δὲ καὶ ἑτέρως τῷ πάντα ἰσχύοντι Θεῷ. Οἱ γὰρ ἐξ αἵματος Ἰσραὴλ, τοῦτ' ἔστιν, αἱ δέκα φυλαὶ, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ ἀποφοιτήσασαι τῶν Ἱεροσολύμων, καὶ ἐν τῇ Σαμαρείᾳ κατοικήσασαι, προσκεκυνήκασι μὲν ταῖς δαμάλεσι ταῖς χρυσαῖς, κατενεγκόντος αὐτὰς εἰς τοῦτο, καὶ κατωθήσαντος ἀνοσίως Ἱεροβοὰμ τοῦ Ναβάτ· ἀποσκιρτήσασαι δὲ εἰσάπαν, καὶ τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως ἀποπηδήσασαι· νόμου δὲ τοῦ δοθέντος αὐτοῖς διὰ τοῦ πανσόφου Μωσέως εἰς λήθην ἐνηνεγμένοι. Καιροῦ καλοῦντος ἔσθ' ὅτε, καὶ πολέμου μέλλοντος ἥξειν ἐπ' αὐτοὺς, οὐκ ἐπί γε τῷ σώζοντι Θεῷ μᾶλλον ἐποιοῦντο τὴν ἐλπίδα, παρεκάλουν δὲ μᾶλλον τοὺς κατὰ καιρὸν τῆς Δαμασκοῦ, καὶ ἁπάσης δὲ τῆς Σύρων βασιλεύοντας γῆς ἐπαμῦναί τε σφίσι, καὶ τῆς τῶν πολεμίων ἐξελέσθαι χειρός. Ἠγανάκτει τοιγαροῦν καὶ ταύτης μάλιστα τῆς αἰτίας ἕνεκα, καὶ κατεπικραίνετο πρὸς αὐτοὺς ὁ τῶν ὅλων Θεός. Ἐπιλαθόμενοι γὰρ εἰσάπαν, ὅτι λελύτρωνται μὲν ἐξ Αἰγύπτου, καὶ τὸν δυσφόρητον τῆς δουλείας ἀπεσείσαντο ζυγὸν, διεβιβάσθησαν δὲ καὶ διὰ θαλάσσης μέσης, εἶτα τὸ μάννα φαγόντες, καὶ ὕδωρ τῆς πέτρας πεποτισμένοι, κατευμεγεθήσαντές τε