Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.421
Not analysed yet
παντὸς ἐχθροῦ, κληρονόμοι γεγόνασι τῶν τοῖς πατράσιν ἐπηγγελμένων ἀγαθῶν, τὰς ἐξ ἀνθρώπων ἐκάλουν ἐπικουρίας οἱ τάλανες, μονονουχὶ τὸ μὴ δύνασθαι σώζειν αὐτοὺς καταψηφιζόμενοι τοῦ Θεοῦ. Ταύτης τοι ἕνεκα τῆς αἰτίας παρεδόθησαν τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃς πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, καὶ αὐτὴν πεπόρθηκε τὴν Δαμασκὸν, καὶ ἅπασαν δὲ τὴν τῶν Σύρων ἠρήμωσε γῆν. Ὅτι ἀληθεῖς ἡμῖν οἱ περὶ τούτων γεγόνασι λόγοι, πιστώσεται λέγων αὐτὸς ὁ προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ' ἔστιν, ὁ Σύρος πρὸς τοὺς ἐν τῇ Σαμαρείᾳ. Ὁ μὲν γὰρ Ἀρὰμ διερμηνεύεται Σύρος· ὁ δὲ Ἐφραῒμ ὡς ἀπὸ φυλῆς Ἐφραῒμ, ἅπαντα τὸν Ἰσραὴλ τὸν ἐν τῇ Σαμαρείᾳ κατῳκηκότα δηλοῖ. Ἐπειδὴ γὰρ ἐκ φυλῆς Ἐφραῒμ γέγονεν Ἱεροβοὰμ ὁ πρῶτος αὐτῶν βεβασιλευκὼς, καὶ μετ' ἐκεῖνον οἱ καθ' ἑξῆς, ὡς ἐκ τῆς βασιλευούσης φυλῆς, φημὶ δὴ τῆς τοῦ Ἐφραῒμ, ὁ σύμπας Ἰσραὴλ ὁ ἐν τῇ Σαμαρείᾳ σημαίνεται. Εὑρήσομεν δὲ καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος ἐν τῇ Σαμαρείᾳ Φακεὲ, κατεπεφύοντο τῶν ἐξ Ἰσραὴλ, οἱ Σύροι, καὶ ὁ τῆς Δαμασκοῦ βεβασιλευκὼς Ῥαασσών. Εἶτα χρήμασι ἀναπείθει τὸν Ἀσσυρίων τύραννον ὁ Ἄχαζ, παρεκάλει δὲ δρομαῖον ἥκειν, καὶ ἐπαμῦναι μὲν αὐτῷ, καταδῃῶσαι δὲ τὴν Δαμασκόν· ὃ δὴ καὶ γενέσθαι συμβέβηκεν. Τίνα τοίνυν διόλωλε τρόπον ἡ μαχιμωτάτη καὶ πανσθενὴς καὶ ὑβρίστρια, προαναφωνεῖ πάλιν ἡμῖν ἐν τούτοις ὁ προφήτης, καί φησιν· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ ἔσται εἰς πτῶσιν, καταλελειμμένη εἰς τὸν αἰῶνα, εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. Οὐχ ἁπλῶς εἰς πεῖραν πολέμων, καὶ τῶν ἐντεῦθεν κακῶν ἀφήξεσθαί φησιν αὐτήν· ἀρθῆναι δὲ μᾶλλον, τοῦτ' ἔστιν, ἄρδην ἀπολέσθαι, καὶ ἀποπεσεῖσθαι παντελῶς τοῦ εἶναι καὶ πόλιν. Ἔσται γὰρ, φησὶν, εἰς πτῶσιν εἰς τὸν αἰῶνα καταλελειμμένη· καταλελειμμένη δὲ πρὸς τίνων, ἢ πάντως που τῶν κατοικούντων αὐτὴν, οὐχ ὡς ἐπὶ μετῳκηκότων, ἀλλ' ὡς τοῖς τῶν πολεμίων ξίφεσι δεδαπανημένων. Ἔσεσθαι δὲ λέγων αὐτὴν εἰς κοίτην ποιμνίων, τὴν παντελῆ δέδειχεν ἐρημίαν· οὐ γὰρ ἂν ἀνεπαύσαντο ποιμένες, καὶ ἐν αὐτῇ κατέδυσαν αἱ τῶν θρεμμάτων ἀγέλαι, εἴπερ τινὲς ἦσαν ἐν τοῖς οἴκοις αὐτῆς. Ταύτῃ τοι καὶ σφόδρα εἰκότως προσεπάγει λέγων· Καὶ οὐκ ἔσται ὁ διώκων. Οὐδεὶς γὰρ τοῖς ποιμέσιν ἐπιτιμήσει, φησὶν, ὅτι κατάλυμα πεποίηνται τὴν οὕτω λαμπρὰν καὶ ἀοίδιμον πόλιν. Καὶ οὐκ ἔτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραῒμ, καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ, καὶ τὸ λοιπὸν τῶν Σύρων. Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Ὑπὲρ τῆς τῶν προκειμένων ἀκριβοῦς σαφηνείας, οἰήσομαι δεῖν ὑπομνῆσαι πάλιν ἱστορίας κειμένης ἐν βιβλίοις Βασιλειῶν. Βασιλεύοντος γὰρ τοῦ Ἄχαζ ἐπὶ