Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.424
Not analysed yet
τὸν Ἰούδαν ἐν τοῖς Ἱεροσολύμοις, Φακεὲ υἱὸς Ῥομελίου βασιλεύων ἐν τῇ Σαμαρείᾳ δέκα φυλῶν κατεστρατεύετο τῶν Ἱεροσολύμων. Ἐπειδὴ δὲ ἐδεδίει μὴ ἄρα πως ἀτονήσῃ πρὸς τὸ ἑλεῖν αὐτὴν, σύνοπλον ἐποιεῖτο τὸν Ῥαασσὼν τὸν βασιλέα Σύρων καὶ τῆς Δαμασκοῦ. Ἔφη δὲ οὕτως αὐτὸς ὁ μακάριος προφήτης Ἡσαΐας· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωάθαμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, (διερμηνεύεται δὲ Σύρων, ἤτοι Συρίας·) καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ πολεμῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ, λέγοντες· Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, τοῦτ' ἔστιν, ὁ Σύρος πρὸς τὸν ἐκ φυλῆς Ἐφραῒμ βασιλεύοντα τῶν ἐν Σαμαρείᾳ. Καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Οὐκοῦν ὁ Ἐφραῒμ τὸν τῶν ὅλων Σωτῆρα Θεὸν καταλελοιπὼς, χεῖρα καὶ ἐπικουρίαν ὀλίγου παντελῶς ἀξιώσας λόγου, τὸν Δαμασκοῦ καὶ Σύρων ἡγούμενον ὑπασπιστὴν ἐποιεῖτο. Ταύτης τε ἕνεκα τῆς αἰτίας καὶ μάλα εἰκότως προσκέκρουκε τῷ Θεῷ. Ἡ τοίνυν Δαμασκὸς, φησὶ, καταδῃωθεῖσά τε καὶ ἠρημωμένη, καὶ τὰς ἐκ τοῦ πολέμου συμφορὰς ὑπομείνασα, οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ἀλλ' οὐδὲ ἔσται ἐν αὐτῇ βασιλεία· καίτοι φήσειεν ἄν τις, Καὶ μετὰ τὴν πόρθησιν ηὕρηνταί τινες βασιλεύοντες τῆς Δαμασκοῦ. Διαμέμνηται γοῦν καὶ ὁ Παῦλος λέγων, ὅτι «Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐζήτησεν αὐτὸν πιάσαι.» Οὐκοῦν ὁ λόγος ὁ προφητικὸς ἔμφασιν ἔχει πολλήν. Οὐκέτι γὰρ ἔσεσθαί φησιν εὐσθενῆ καὶ ἐπίσημον ἐν τῇ Δαμασκῷ βασιλείαν, εἰ καὶ γεγόνασι μετὰ τοῦτο τοπάρχαι τινὲς καὶ φύλαρχοι μᾶλλον, καὶ οὐχὶ τῆς ἀληθοῦς βασιλείας τὴν λαμπρότητα περικείμενοι. Οὐκ ἔσται τοίνυν ἐν Δαμασκῷ βασιλεία, φησίν· ἀτονήσει δὲ σὺν αὐτῇ καὶ τὸ λοιπὸν τῶν Σύρων, τοῦτ' ἔστιν, ἅπαν τὸ ἔθνος τὸ ὑπ' αὐτῇ. Μητρόπολις γὰρ Συρίας ἡ Δαμασκός. Εἶτα πρὸς αὐτήν φησιν· Οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς δόξης αὐτῶν. Εἰ γὰρ καὶ κλήρου, φησὶ, τοῦ ἐκνεμηθέντος ἐμοὶ, τοῦτ' ἔστιν, τῶν ἐξ Ἰσραὴλ εἰς ἐμὲ πεπλημμεληκότων οὐκ ἐφεισάμην, πῶς οὐ πάντη τε καὶ πάντως ὑπομενεῖς καὶ αὐτὴ τὰ ἐκ τοῦ πολέμου βλάβη κατ' οὐδὲν οὖσα βελτίων τοῦ Ἰσραήλ; Τάδε λέγει Κύριος Σαβαώθ· Ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις τῆς δόξης Ἰακὼβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. Ἰακὼβ ἐν τούτοις ὀνομάζει τοὺς ἐξ Ἰακὼβ γεγονότας, ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ δέκα φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, αἳ τοσοῦτον ἀπεπήδησαν τῆς εἰς Θεὸν ἀγάπης, καὶ τοῦ τὴν ἐλπίδα τοῦ σώζεσθαι ποιεῖσθαι μᾶλλον ἐπ' αὐτῷ, ὥστε καὶ ἐφ' ἑαυτοῖς πεποιθέναι, καὶ ὑψηλὴν ἀνατείνειν ὀφρὺν ἐπὶ πλήθει μόνῳ καὶ δόξῃ. Ἦν τρόπος οὗτος αὐτοῖς. Καὶ τοῦτο ἡμῖν ἐναργέστατα πάλιν προφήτης φησίν. Ἔφη γὰρ περὶ αὐτῶν· Αἱ δόξαι αὐτῶν ἐκ τόκων καὶ ὠδίνων καὶ συλλήψεων. Εἶτα τούτοις ἐπιφέρει· Δὸς αὐτοῖς, Κύριε. Τί δώσεις αὐτοῖς; Δὸς αὐτοῖς μήτραν ἀτεκνοῦ-