Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.425
Not analysed yet
σαν, καὶ μαστοὺς ξηρούς. Ἔσται τοίνυν, φησὶ, κατ' ἐκεῖνο καιροῦ, ἔκλειψις τῆς δόξης Ἰακὼβ, τοῦτ' ἔστι, δαπανηθήσεται ταῖς τῶν πολεμίων μαχαίραις ἡ πολλή τε καὶ ἀναρίθμητος πληθὺς τῶν ἐξ Ἰακὼβ, ἐφ' ᾗ καὶ ἐδοξάζετο, καὶ φρονεῖν ἐπεχείρει μέγα. Ἀλλὰ καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται· τοῦτ' ἔστι, καὶ παρ' αὐτοῖς βασιλεία κατενεχθήσεται. Γέγραπται γὰρ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι βασιλεύοντος Ὠσηὲ υἱοῦ Ἠλὰ ἐν τῇ Σαμαρείᾳ, ἐλθὼν ὁ Σαλμανασὰρ πεπολιόρκηκε τὴν Σαμάρειαν ἐφ' ὅλοις ἔτεσι τρισὶν, εἷλέ τε αὐτὴν καὶ τὸν Ὡσηὲ μετῴκησεν εἰς Βαβυλῶνα. Πίονα τοίνυν τῆς δόξης Ἰακὼβ νοηθεῖεν ἂν ὁ ἐν τῇ Σαμαρείᾳ κατ' ἐκεῖνο καιροῦ βεβασιλευκὼς, ἢ τάχα που οἱ κατὰ πᾶσαν τὴν χώραν λαμπροὶ καὶ ἐπισημότεροι τῶν ἄλλων, πλούτῳ τε καὶ δυναστείᾳ τὸ τῶν ἑτέρων πλεονεκτοῦντες μέτρον, καὶ ἁβρυνόμενοι ταῖς τρυφαῖς καὶ ταῖς παρὰ πάντων τιμαῖς. Καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα ἀσταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἄσταχυν ἐν φάραγγι στερεᾷ. Καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς, ἐπ' ἄκρου μετεώρου, ἢ τέσσαρες ἢ πέντε, ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ. Ὅτι καὶ ἑτοίμως καὶ ἀνιδρωτὶ περιέσονται τῶν ἐν Σαμαρείᾳ πολεμοῦντες Ἀσσύριοι, καὶ πρὸς τούτῳ πάλιν, ὅτι μὴ πρὸς ἅπαν καὶ ὁλοτελῶς οἰχήσεται πρὸς ἀπώλειαν, ἀλλ' ἔσται τι καὶ κατάλειμμα βραχὺ, διαμεμήνυκεν ἐναργῶς ἐν τούτοις ἡμῖν ὁ προφητικὸς λόγος. Οἱ μὲν γὰρ τὴν τοῦ θερίζειν τὰς ἀστάχυς ἐμπειρίαν ἔχοντες, ἀποκείροντες εὐτέχνως τὸν μὲν σῖτον συλλέγουσιν· ἀεὶ δὲ κατόπιν ἐῶντες ὡς ἄχρηστον τὴν καλάμην ὅλον ἐπιτρέχουσι τῶν ληΐων τὸ πλάτος. Οἱ δέ γε τρυγᾷν εἰωθότες τὸν τῶν ἐλαιῶν καρπὸν, τοῦτο μὲν ῥάβδῳ καταπαίουσιν αὐτὰς, τοῦτο δὲ καὶ χερσὶν ἐπαφώμενοι καὶ τῶν ὀρπήκων ἁρπάζοντες συναγείρουσιν· ἀλλ' εἰκὸς ἀπομένειν αὐταῖς τρεῖς ἢ τέσσαρας, ἢ πέντε τυχὸν ἐπ' ἄκρῳ τῶν κλάδων, καὶ τοὺς τῶν τρυγώντων διαλαθεῖν ὀφθαλμούς. Τοιοῦτόν τι συμβήσεσθαί φησι τοῖς ἐν Σαμαρείᾳ· πείσεσθαι γὰρ αὐτοὺς διισχυρίζεται καθὰ καὶ ὁ στάχυς, ὅτε ταῖς τῶν ἀμώντων περιπίπτει χερσίν· καταλειφθήσεσθαι δὲ ὥσπερ ἐν αὐτῇ καλάμην, τοῦτ' ἔστιν, ὀλίγους τῶν ἀσημοτέρων, ἢ καὶ ὡς ῥῶγας ἐλαίας δύο ἢ τρεῖς τὸν τῶν τρυγώντων λαθούσας ὀφθαλμὸν, διάτοι τὸ ἐν τοῖς ἀνωτάτω κεκρύφθαι κλάδοις. Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτὸν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν ἄγιον τοῦ Ἰσραήλ. Καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ὁ σοφώτατος Παῦλος, οὐκ ἀνόνητον εἰδὼς, οὐδὲ εἰκαῖον τὸ χρῆμα, τὸ παιδεύεσθαι παρὰ τοῖς δι' αὐ-