Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.428
Not analysed yet
τὸν κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας, ἐπιστέλλει καί φησιν· «Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ;» Παρατίθησι δὲ καὶ τὰ ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἐπιφέρει γὰρ εὐθύς· «Υἱὲ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Ἐπειδὴ γάρ ἐστιν ἀγαθὸς ὁ τῶν ὅλων δημιουργὸς, «πάντας ἐθέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Ταύτῃτοι νενουθέτηκε πλειστάκις διὰ προφητῶν ἁγίων τοὺς ἐξ αἵματος Ἰσραὴλ, μάλιστα δὲ τοὺς ἐξ Ἱεροσολύμων μεταφοιτήσαντας εἰς Σαμάρειαν. Οἱ δὲ ἦσαν ἀσχέτως ἐπὶ τὸ αὐτοῖς δοκοῦν ἀπονενευκότες, καὶ Θεὸν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, θεραπευταὶ γεγόνασι δαιμονίων, καὶ εἰδώλοις ἀψύχοις προσεκόμιζον τὰς λατρείας. Ἐπειδὴ δὲ πολὺ λίαν ἀμαθαίνοντες, οὐδὲ ὅτι προσήκοι μεταγινώσκειν αὐτοὺς ἐβουλεύοντο, λοιπὸν ἐκολάζετο Θεός. Οὓς γὰρ οὐκ ὀνίνησι λόγος, μεθίστησι πόνος, περιτρέπων αὐτοὺς ὡς ἐξ ἀνάγκης καὶ βίας ἐπὶ τὸ ἀρέσκον Θεῷ. Τοιοῦτόν τι καὶ ὁ μακάριος Δαβὶδ εὑρίσκεται λέγων· «Ἐν χαλινῷ καὶ κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ὅνπερ γὰρ τρόπον οἱ πωλοδαμνεῖν εἰωθότες, καὶ ταῦτα σοφοὶ, περιτρέπουσι χαλινοῖς τοὺς τῶν ἵππων ἀγριωτέρους εἰς ἐπιστήμονα δρόμον· οὕτως καὶ ὁ τῶν ὅλων Θεὸς, ταῖς ἐκ πόνων ἀνάγκαις, περιίστησι πλειστάκις εἰς τὸ ἑλέσθαι βιοῦν ὀρθῶς τὸν ἀπειθῆ καὶ ἐξήνιον. Τοιοῦτόν τι πεπονθότες, οἱ ἐν Σαμαρείᾳ κατῳκηκότες, μετά γε τὸ παθεῖν τὰς ἐκ τοῦ πολέμου συμφορὰς, μόλις ἐπέγνωσαν τὸν κολάζοντα καὶ λελυπημένον· καὶ ἀπεσείσαντο μὲν τὰς τῶν εἰδώλων λατρείας, μετέβαλον δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν ἐπὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ, παρ' αὐτοῦ δὲ δηλονότι προσδοκῶντες ἔσεσθαι τὴν ἐπικουρίαν, καὶ τῶν ἐπενηνεγμένων αὐτοῖς κακῶν τὴν ἀπαλλαγήν. Οὐ γὰρ μὴ πεποιθότες ὦσι, φησὶν, ἐπὶ τοῖς βωμοῖς, οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ οὐκ ὄψονται τὰ δένδρα αὐτῶν, οὐδὲ τὰ βδελύγματα αὐτῶν. Ἔθος μὲν γὰρ ἦν αὐτοῖς τὰς τῶν ὀρῶν καταλαμβάνειν κορυφὰς, καὶ ὑποκάτω δρυὸς καὶ λεύκης, καθὰ γέγραπται, προσκυνεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν. Ἀλλ' οὐκέτι τούτοις ἐμβλέψονται, φησὶ, πείρᾳ μαθόντες ὡς εἰκαῖον αὐτοῖς καὶ ἀνόνητον παντελῶς τὸ χρῆμά ἐστιν, μᾶλλον δὲ καὶ ἁπάσης αἴτιον συμφορᾶς. Ταύτης γὰρ ἕνεκα τῆς αἰτίας, καὶ διολώλασι, καὶ δέδονται τοῖς ἐχθροῖς. Ἄριστον οὖν ἄρα τὸ φυλάττεσθαι καὶ παντὶ παραιτεῖσθαι σθένει τὴν θείαν ὀργὴν, καὶ μὴ πείρᾳ μαθεῖν ἐκδέχεσθαι τὰ κακά. Προσαποδύεσθαι δὲ μᾶλλον καὶ μάλα γοργῶς τὰς αἰτίας, ἐφ' αἷς ἂν ὀργίζοιτο Θεὸς, καὶ πρὸ πληγῆς καὶ μάστιγος ἀπολογεῖσθαι λελυπημένῳ διά γε τοῦ παραιτεῖσθαι μὲν τὰ αἰσχίω, τιμᾷν δὲ τὰ κάλλιστα, καὶ πάντα τρόπον ἐπιτηδεύειν ἀρετῆς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμοῤῥαῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν