Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.429
Not analysed yet
υἱῶν Ἰσραήλ· καὶ ἔσονται ἔρημοι, διότι ἐγκατέλιπες τὸν Θεὸν τὸν Σωτῆρά σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἐξ αὐτῶν ἀναπείθει τῶν συμβεβηκότων ἐννοεῖν ὅτι γέγονεν αὐτοῖς ἐξ ἀντιστρόφου τὰ πράγματα. Πάλιν μὲν γὰρ ἐνίκουν ἐπικουροῦντος Θεοῦ, καὶ φοβεροί τινες ἦσαν ταῖς τῶν ἐθνῶν πόλεσί τε καὶ χώραις. Εἷλον γὰρ αὐτὰς ἀνιδρωτὶ, κατευμαρίζοντος αὐτοῖς τοῦ Θεοῦ πᾶν ὅσον ἦν ἄναντές τε καὶ δυσήνυτον. Ἐπειδὴ δὲ τῆς ἐκείνων ἀνοσιότητος γεγόνασι μιμηταὶ, δειλοὶ καὶ εὐάλωτοι κατ' ἐκείνους γεγόνασιν. Ἠρήμωνται γὰρ αἱ πόλεις αὐτῶν, καὶ κατελείφθησαν ὑπὸ τῶν κατοικούντων ἐν αὐταῖς, κατὰ τὸν ἴσον τρόπον, καθ' ὃν οἱ Εὐαῖοι καὶ Ἀμοῤῥαῖοί ποτε τοῖς αὐτῶν ξίφεσιν ἔπιπτον δαπανώμενοι· ἐναργῆ δὲ καθίστησι τὴν αἰτίαν εὐθὺς τοῦ πρὸς τοῦτο κατολισθεῖν ἀσθενείας αὐτοὺς, καὶ τὴν οὕτως ἀπηνῆ καὶ δύσοιστον ὑπομεῖναι συμφοράν· Ἐγκατέλιπες γὰρ τὸν Θεὸν τὸν Σωτῆρά σου, φησὶ, καὶ Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης. Δέον γὰρ εὐχαριστεῖν ἐφ' οἷς εὐηργέτηνται, τοῦτο μὲν δουλείας τῆς ἐν Αἰγύπτῳ λελυτρωμένοι, τοῦτο δὲ κατακρατοῦντες ἐχθρῶν, καὶ καταδῃοῦντες τὰς πόλεις τῶν ἀνθεστηκότων, τοῦτο δὲ ὅτι καὶ εἰς αὐτὴν εἰσεκομίσθησαν τῆς ἐπαγγελίας τὴν γῆν· πονηρὰς ἀμοιβὰς ἀντεκόμιζον τῷ Δεσπότῃ προσκρούοντες ἀδεῶς, καὶ οὐ καθ' ἕνα λυποῦντες τρόπον, ἀλλὰ νόμου μὲν τοῦ διωρισμένου διὰ τοῦ πανσόφου Μωσέως μικρὰ κομιδῇ φροντίσαντες, ἀπολακτίσαντες δὲ παντελῶς τὴν εἰς Θεὸν εὐσέβειαν, καὶ ἀψύχοις ὕλαις ἀναθέντες τὸ σέβας, εἰρηκότες δὲ ταῖς δαμάλεσι ταῖς χρυσαῖς· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου.» Ὅτε τοίνυν ἐσμὲν μετὰ Θεοῦ, τὰ αὐτοῦ δηλονότι φρονεῖν σπουδάζοντες, καὶ τὰ αὐτῷ φίλα κατορθοῦν ᾑρημένοι· τότε δὴ πάντως κρείττους ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πατήσομεν ἀρχὰς, καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου τὰ πνευματικὰ τῆς πονηρίας, τότε περιεσόμεθα, καὶ μάλα γοργῶς, τῶν ἐκτόπων ἡδονῶν καὶ τῶν τῆς σαρκὸς κινημάτων· τότε λογισμοὺς νικήσομεν πονηροὺς, καὶ τὰ πνεύματα τοῦ ἐξουσιάζοντος οὐχ εὑρήσει τόπον ἐν ἡμῖν. Ἠμεληκότες δὲ τοῦ προσκεῖσθαι Θεῷ, ἀσθενεῖς καὶ ἄνανδροι, καὶ ὑπὸ πόδας ἐσόμεθα τῶν ἐχθρῶν, καὶ πλεονεκτοῦντα τὸν Σατανᾶν οὐδεὶς ἀνακόψει τρόπος. Διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον, καὶ σπέρμα ἄπιστον. Τῇ δὲ ἡμέρᾳ, ᾗ ἂν φυτεύσεις, πλανηθήσῃ. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, ἀνθήσει εἰς ἀμητὸν, ᾗ ἂν ἡμέρᾳ κληρώσῃ, καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοὺς υἱούς σου. Ἀσαφείᾳ πολλῇ κατημφιασμένην τοῦ προκειμένου τὴν ἔννοιαν διατρανοῦν ὡς ἔνι πειράσομαι. Ἔστι τοίνυν ὅ φησι τοιοῦτον· Φθάσας ἔφην, ὅτι πλανῶντές τε καὶ πλανώμενοι, καὶ φρονοῦντες ἃ μὴ θέμις οἱ ἐξ Ἰσραὴλ (ἤγουν ὁ Ἐφραῒμ, ἵνα τὰς δέκα νοήσῃς φυλὰς, τὰς ἐν τῇ Σαμαρείᾳ μετῳκισμένας), ὑψηλὴν εἶχον τὴν ὀφρὺν, ᾤοντο δὲ μηδένα παντελῶς τῶν ἐχθρῶν τῆς αὐτῶν δύνασθαι κατευμεγεθῆσαι χειρὸς, διάτοι τὸ ἀναριθμήτους εἶναι καὶ σφόδρα πολλούς.