Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.432
Not analysed yet
Ἀλλ' ἐσφάλλοντο τῆς ἐλπίδος. Πεπτώκασι γὰρ, καὶ οἱ μὲν δεδαπάνηνται τῷ πολέμῳ, οἱ δὲ εἰς τὰς τῶν νενικηκότων ἀποκομίζονται χώρας, αἰχμάλωτοι καὶ περιδεεῖς καὶ ἐν παντὶ γεγονότες κακῷ. Ἐπειδὴ δὲ καιροῦ διιππεύσαντος, ἀνεκομίσθησαν ἐκ τῆς Περσῶν χώρας εἰς τὴν ἁγίαν πόλιν, εἶτα κατέληξαν τοῦ ἀνὰ μέρος ἔχειν τοὺς βασιλεύοντας, κατῳκήκασι δὲ οἱ πάντες τὰ Ἱεροσόλυμα, καὶ τὸν τοῦ Θεοῦ τετιμήκασι νόμον· τότε καὶ ἐν ἀσφαλείᾳ γεγόνασιν οἱ ἐξ αὐτῶν παῖδες, καὶ εἰς τέκνα τέκνων δεδραμήκασιν αἱ διαδοχαί. Τοιοῦτόν τι διδάσκει καὶ νῦν ὁ λόγος, ὡς περὶ σίτου καὶ ἀσταχύων αἴνιγμα διδούς. Ἐπειδὴ γάρ, φησι, Κυρίου τοῦ Θεοῦ σου οὐκ ἐμνήσθης, ταύτης ἕνεκα τῆς αἰτίας ἄπιστον ἔσται, καὶ οὐκ ἀσφαλὲς εἰς διατήρησιν, ὅπερ ἂν φυτεύσῃς φύτευμα, τοῦτ' ἔστι, τὸ ἐκ μέσου σπέρμα τε καὶ γένος. Ὅταν δὲ φυτεύσῃς, καὶ πολὺ γεγονὸς ἴδῃς, τότε πλανηθήσῃ. Οἰήσῃ μὲν γὰρ, φησὶ, τῷ πλήθει τεθαρσηκὼς, ἀλλ' οὐκ ἀληθῆ λογιῇ. Ἀσταχύων γὰρ δίκην πεσοῦνται, καὶ ἀνόνητον εὑρήσεις παντελῶς τὴν ἐπί γε τούτοις ἐλπίδα. Τὸ δὲ πρωῒ ἐὰν σπείρῃς, τοῦτ' ἔστιν, ἐν φωτὶ γεγονὼς, καὶ λοιπὸν ἐπιγνοὺς τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Δεσπότην, σώζοντά τε ῥᾳδίως καὶ ἐπικουρεῖν ἰσχύοντα· τότε τὸ πεφυτευμένον, ἤτοι κατασπαρὲν ἀνθήσει εἰς ἀμητὸν, τοῦτ' ἔστι, τελεσφορηθήσεται· τὸ γὰρ πρόωρον δαπανᾶσθαι τὸν ἄσταχυν, ζημίαν καὶ πόνων καὶ ἐλπίδος ἐμποιεῖ τοῖς γηπονεῖν εἰωθόσιν· τό γε μὴν εἰς ἀμητὸν ἐλθεῖν, πληρεστάτην δίδωσι τὴν ἐπ' ἀγαθοῖς ἐλπίδα. Ἀνθήσει τοίνυν εἰς ἀμητὸν, τοῦτ' ἔστι, τελεσφορηθήσεται τὸ σὸν φύτευμα, ὅτ' ἂν γένηταί σοι πρωῒ, τοῦτ' ἔστιν, ὅταν εὑρεθῇς ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ καὶ ἐν ἐπιγνώσει Θεοῦ γεγονώς. Τότε καὶ ὡς πατὴρ ἀνθρώπου κληρώσῃ τοῖς υἱοῖς σου. Παραπέμψεις γὰρ εἰς υἱοὺς καθάπερ τινὰ κλῆρον τὴν εὐθυμίαν καὶ τῆς ἄνωθεν ἐπικουρίας τὴν μέθεξιν. Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν. ὡς θάλασσα κυμαίνουσα, οὕτω ταραχθήσεσθε· καὶ νῶτος ἐθνῶν πολλῶν, ὡς ὕδωρ ἠχήσει· ὡς ὕδωρ πολὺ ἔθνη πολλὰ, ὡς ὕδατος πολλοῦ βίᾳ καταφερομένου. Καὶ ἀποσκορακιεῖ αὐτὸν, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου. καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα. Οὐκ ἀπαρακλήτους ἐᾷ τοὺς ἐξ Ἰσραὴλ φιλάνθρωπος ὢν ὁ τῶν ὅλων Θεὸς, συνεισβάλλουσαν δὲ τῷ φόβῳ τὴν ἐπ' ἀγαθοῖς ἐλπίδα ποιεῖται πλειστάκις, καὶ τοῦτο οἰκονομικῶς, ἵνα δι' ἀμφοῖν ὠφελῇ τοὺς ἀκροωμένους. Ὅτι τοίνυν ἐρημωθήσονται μὲν αἱ πόλεις αὐτῶν, εἴρηται σαφῶς· καὶ ποία γέγονε τοῦ παθεῖν ἡ πρόφασις, ἐδίδαξε λέγων, ὅτι Ἐγκατέλιπες Κύριον τὸν Θεόν σου, καὶ Κυρίου τοῦ βοηθοῦ σου οὐκ ἐμνήσθης. Ἀλλ' ὁ πλήξας εὐθὺς ἐπαγγέλλεται καὶ μοτοῦν. Ἐξηγεῖται δέ τι συμβεβηκὸς, ὃ καὶ εἰπεῖν ἀναγκαῖον ὡς ἔνι λόγοις διὰ τὴν χρείαν. Ἐζεχίου κατὰ καιροὺς τοὺς τῆς βασιλείας διέποντος θρόνους ἐν τοῖς Ἱεροσολύμοις, ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰουδαίας τὰς ὀχυρὰς, καὶ ἔλαβεν αὐτάς. Γέγραπται γὰρ ὡδί· Εἶτα