Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.433
Not analysed yet
πέμπει Ῥαψάκην ἐκ Λαχεῖς εἰς Ἱερουσαλὴμ πολιορκῆσαι αὐτὴν, ὃς δὴ καὶ ἀφιγμένος, κατεφλυάρησε μὲν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Θεοῦ· μὴ γὰρ δύνασθαι διασώζειν αὐτοὺς, κἂν εἰ βούλοιτο τοῦτο δρᾷν, ὁ παράφρων διετείνετο. Βαρβάρῳ δὲ γλώττῃ καὶ νῷ κεχρημένος, ἔγνω τῇ πείρᾳ μαθὼν, ὅτι σκληρὸν ἀνθρώπῳ παντὶ τῆς ἀνωτάτω κατεπαίρεσθαι δόξης. Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐν μιᾷ νυκτὶ ἐκ τῆς παρεμβολῆς τῶν ἀλλοφύλων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά. Ἐπειδὴ δὲ τῶν προσδοκηθέντων ὁ πεπομφὼς ἐσφάλλετο, φημὶ δὴ Σενναχηρεὶμ, ὑπενόστησε φυγὰς, καὶ μόλις ἐσώζετο τὰ οἴκοι καταλαβὼν, εἰ καὶ διόλωλε καὶ οὐκ εἰς μακρὰν ὑπὸ τῶν ἑαυτοῦ παίδων. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ προσκυνεῖν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ Ἀσαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμελὲχ καὶ Σαρασὰρ, οἱ υἱοὶ αὐτοῦ, ἐπάταξαν αὐτὸν μαχαίραις. Ταύτης διαμέμνηται τῆς ἱστορίας ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος, τὴν δέ γε τῶν Ἀσσυρίων ἔφοδον προαφηγεῖται, καί φησιν· Οὐαὶ πλῆθος ἐθνῶν. καὶ τὰ τούτοις ἐφ' ἑξῆς. Ταλανίζει μὲν γὰρ αὐτοὺς, ὡς ὅσον οὐδέ πω τεθνηξομένους ἐν τοῖς Ἱεροσολύμοις, διολλύντος ἀγγέλου. Ὅτι δὲ οὐχ ἓν ἦν ἔθνος, πλεῖστα δὲ μᾶλλον, διαδείκνυσιν ἐναργῶς, πλῆθος ἐθνῶν ὀνομάζων αὐτά. Ἐπῄεσαν δὲ ταῖς χώραις, ἤτοι ταῖς πόλεσι τῆς Ἰουδαίας, ὡς ὕδωρ πολὺ καὶ ὡς βίᾳ καταφερόμενον, καὶ θορύβους ἐμποιοῦν, μόνον δὲ οὐχὶ θαλάσσης δίκην τῶν ἀνθεστηκότων κατακυμαίνοντες. Νῶτον δὲ αὐτοὺς πολλῶν ἐθνῶν ἐν τούτοις ἀποκαλεῖ, διάτοι τὸ πολλὰ διώκεσθαι παρ' αὐτῶν ἔθνη. Τρέχουσι δὲ κατὰ νώτου πάντη τε καὶ πάντως τῶν φευγόντων οἱ διώκοντες. Εἶτα τί μετὰ τοῦτο; Ἀποσκορακιεῖ αὐτὸν, φησὶ, τοῦτ' ἔστιν, ὀπίσω πέμψει, καὶ πόῤῥω αὐτὸν διώξεται, ὡς χνοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου, καὶ ὡς κονιορτὸν τροχοῦ καταιγίδος φέρουσα. Τί γὰρ οὕτως εὐδιαρίπιστον, ὡς χοῦς ἐκ τροχοῦ καὶ ἁλῶνος, πνεύματος λάβρου κατασπιλάζοντος; Ὅτι δὲ ᾤχετο φυγὰς ὁ Σενναχηρεὶμ, πιστώσεται λέγων ὁ τῶν ὅλων Θεὸς πρὸς αὐτὸν διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥίνα σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε ἐν τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.» Πρὸς ἑσπέραν ἔσται πένθος πρὶν ἢ πρωῒ, καὶ οὐκ ἔσται. Αὕτη ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων, καὶ κληρονομία τῶν ὑμᾶς κληρονομησάντων. Φθάσας ἔφην ὅτι περιστήσας ὁ Ῥαψάκης τοῖς Ἱεροσολύμοις τὸ μάχιμον, καὶ οὐκ εἰς μακρὰν αἱρήσειν αὐτὴν ἀπειλήσας, ἀπόλωλε πανστρατιᾷ πρὸ αὐγῆς καὶ ἡμέρας. Πένθος τοίνυν ἔσται, φησὶ, πρὸς ἑσπέραν, πάντως που προσδοκησάντων ἐν τοῖς Ἱεροσολύμοις ἔσεσθαι πρωῒ, καὶ τοῦ πολέμου τὴν προσβολὴν, ἀλλὰ πέπαυται πρὸ αὐγῆς. Διὰ τοῦτό φησιν· Ἔσται μὲν πένθος πρὸς ἑσπέραν· οὐκ ἔσται δὲ πρὶν ἢ πρωῒ, τοῦτ' ἔστι, πεπαύσεται καὶ καταλήξει τὸ δάκρυον· καὶ ὁμοῦ τοῖς ἐκ τοῦ παθεῖν οἰχήσεται δείμασιν ἐπικουροῦντος Θεοῦ, καὶ παραδόξως ἀνῃρηκότος τὰς τῶν πολεμίων φάλαγγας, καὶ προσέτι τὸν ἡγού-