Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.436
Not analysed yet
μενον ἐξελάσαντος τῆς Ἰουδαίων γῆς. Τοῦτο καὶ ὁ μακάριος Δαβὶδ ἐξηγεῖται λέγων· «Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς πρωῒ ἀγαλλίασις.» Ἀλλ' οὗτος, φησὶν, ὁ κλῆρος· αὕτη δὲ καὶ ἡ μερὶς τῶν ὑμᾶς προνομευσάντων καὶ διαρπαζόντων ὡς ἴδιον κλῆρον. Κατονειδίζει διὰ τούτων τοὺς ἐξ Ἰσραὴλ, ὅτι πεπράχασι μὲν αὐτοὶ τὰ δι' ὧν ἦν εἰκὸς ὁλόῤῥιζον ἀπολέσθαι τὸ ἔθνος, κατοικτείρει δὲ πάλιν αὐτὸς, καὶ θανάτῳ κολάζει τοὺς διαρπάζοντας τὸν ἐκνεμηθέντα λαὸν αὐτῷ. «Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ· καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλά μοι πρὸς τούτοις κἀκεῖνο ἄθρει λεπτῶς, καὶ ὡς ἀπό γε τῶν ἱστορικῶς γεγονότων εἰς ἐννοίας ἔρχου τὰς ἐσωτάτω. Ὅταν ἡμᾶς αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, ὕδατος βιαίου δίκην καταχεόμεναι τῆς ψυχῆς, ἢ τοῖς ἔξωθεν πειρασμοῖς ἐμβάλλουσαι, ἤγουν τοῖς ἐμφύτοις κινήμασι τῆς σαρκὸς, ἐκπολιορκεῖν ἐπείγονται τὸν εὐσεβηκότα νοῦν· μὴ εἰς ἀδρανῆ δειλίαν καταπιπτέτω τις τῶν ἀριστεύειν εἰδότων μετὰ Θεοῦ, ἐπ' αὐτῷ δὲ μᾶλλον ποιησάμενος τὴν ἐλπίδα, παντὸς ἔστω κρείττων δείματος. Τεύξεται γὰρ ὅτι τῆς ἐπικουρίας παρὰ αὐτοῦ, πῶς ἔστιν ἀμφιβαλεῖν; Οἶ δὲ γὰρ Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, καὶ ὁ μακάριος δὲ γράφει Παῦλος· «Δυνατὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Καὶ ὡς ὁ Ψάλτης φησίν· «Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς.» Ὅταν δὲ καὶ οἱ τῶν ἱερῶν δογμάτων ἐπιστήμονες αἱρετικοὶ, ταῖς ἑαυτῶν δυστροπίαις χρώμενοι κατεπαίρονται τῶν τῆς ἀληθείας προσκυνητῶν, ἐπέρχονται δὲ δεινοὶ καὶ θρασεῖς, ἢ πολέμους ἀνιστάντες καὶ διωγμοὺς, ἢ θλίψεις αὐτοῖς, καὶ θανάτου φόβον ἐπισωρεύοντες· οὐδὲν ἧττον ἀσθενήσουσι καὶ οὗτοι· χειρὶ γὰρ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ ἀπὸ γενεῶν εἰς γενεὰς, καθὰ γέγραπται. Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν, καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Θαυμάσειεν ἄν τις, καὶ δὴ καὶ καθ' ἑαυτὸν ἐκεῖνο τάχα που διαλογιεῖται, καὶ ἐρεῖ· Τοῦ δὴ χάριν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος γέγονε μὲν κατὰ τῆς Δαμασκοῦ, εἰσκομίζει δὲ μνήμην καὶ τῆς γῆς, τῆς ἐπέκεινα ποταμῶν Αἰθιοπίας; Φαμὲν οὖν ὅτι κατὰ καιροὺς οἱ ἐξ Ἰσραὴλ, τὸν τῶν ὅλων σωτῆρα Θεὸν καταλιπεῖν ἀφυλάκτως μεμελετηκότες, κατῴχοντο μὲν εἰς πολύθεον πλάνην· κατημεληκότες δὲ εἰς ἅπαν τῆς διὰ Μωσέως ἐντολῆς, ἐπαιδεύοντο παρὰ Θεοῦ, πολέμους αὐτοῖς ἐπανιστάντος κατὰ καιροὺς, καὶ ταῖς ἐντεῦθεν κατατήκοντος συμφοραῖς. Οἱ δὲ,