Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.437
Not analysed yet
καίτοι δέον ταῖς μεταγνώσεσι θεραπεύειν λελυπήμενον, καὶ ἀποφοιτᾷν μὲν τῆς ἑαυτῶν φαυλότητος, ἀνακομίζεσθαι δὲ πρὸς τὸ τῷ νομοθέτῃ δοκοῦν, καὶ τὴν παρ' αὐτοῦ διψῇν ἐπικουρίαν, τὰς τῶν ὁμόρων ἐθνῶν κατεμισθοῦντο συμπνοίας· καὶ ποτὲ μὲν προσίεσαν τοῖς τῆς Δαμασκοῦ βασιλεῦσι, ποτὲ δὲ τοῖς Αἰγυπτίων· καὶ οὐχὶ μόνον, ἀλλὰ γὰρ καὶ τὰς τῶν ἐπικουρούντων αὐτοῖς ἐθνῶν λατρείας μανθάνοντες, καὶ αὐτὰς ἠπείγοντο ζηλοῦν. Καὶ γοῦν ὁ Ἄχαζ ὁ τοῦ Ἰωάθαμ βασιλεὺς Ἰούδα, γενόμενος ἐν τῇ Δαμασκῷ, εἶτα θυσιαστήριον ἀνατεθειμένον εἰδώλῳ τεθεαμένος ἐκεῖσε καινοπρεπῶς εἰργασμένον, τὸ ἐμφερὲς κατεσκεύασε, καὶ ἀνατέθεικεν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Οὐκοῦν γέγονεν ἡ ὅρασις κατὰ Δαμασκοῦ. Ἰδοὺ γὰρ, φησὶ, Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, καὶ οὐκ ἔσται ἔτι ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραΐμ. Ὁρᾷς τὴν αἰτίαν ἐπενηνεγμένην εὐθὺς, τοῦ ἐκ πόλεων ἀρθήσεσθαι λέγειν τὴν Δαμασκόν; Οὐ γὰρ ἔτι ἔσται, φησὶν, οὕτως ὀχυρὰ, ὥστε καὶ προσφεύγειν αὐτῇ τὸν Ἐφραῒμ ἐν τῇ Σαμαρείᾳ βεβασιλευκότα. Μεθίστησι τοίνυν τὸν λόγον ἐπὶ τὴν Αἰγυπτίων. Προσίεσαν γὰρ καὶ αὐτοῖς οἱ ἐξ Ἰσραὴλ, μάλιστα δὲ οἱ κατοικοῦντες ἐν τοῖς Ἱεροσολύμοις, καὶ μετεποιοῦντο σφόδρα τῆς παρ' αὐτῶν συνδρομῆς καὶ ἐπικουρίας, ἐπιόντων μάλιστα τῶν Βαβυλωνίων. Καὶ γοῦν διὰ φωνῆς προφήτου φησίν· «Οὐαὶ οἱ καταβαίνοντες εἰς Αἴγυπτον ἐπὶ βοήθειαν, οἱ ἐφ' ἵπποις καὶ ἅρμασι πεποιθότες. «Συμβέβηκε δέ τι τοιοῦτον. Κατεστρατεύετο μὲν γὰρ τῆς Ἰουδαίων γῆς ὁ Ναβουχοδονόσορ κατὰ καιρούς. Ἐν δὲ τῷ παρατρέχειν, ἁπάσας, ὡς ἔπος εἰπεῖν, τὰς τῆς ἑῴας κατεληΐζετο πόλεις. Ἐπειδὴ δὲ τὴν Τυρίων ἑλεῖν ἠθέλησε, νῆσον οὖσαν τὸ τηνικάδε, εἶτα τῶν διαβιβαζόντων πλοίων ἐν ἀπορίᾳ γέγονε, Περσικῷ φρονήματι κεχρημένος, ἐπιθαρσήσας δὲ τῷ πλήθει τῆς στρατιᾶς, βατὴν ἐκέλευσε γενέσθαι τὴν θάλασσαν, χώματος ἐγειρομένου, καὶ λεωφόρον αὐτὴν πλατεῖαν ἀποτελοῦντος ἀπὸ τῆς χέρσου μέχρις αὐτῆς τῆς Τυρίων. Δεδιότες τοίνυν αὐτοὶ οἱ Τύριοι, μὴ ἄρα πως ἡ πόλις ἁλῷ, πρὸς πέρας ἐνηνεγμένων τοῖς Βαβυλωνίοις τῶν ἐγχειρημάτων, ναῦς πανταχόθεν συναγηγερκότες, ἀπεκομίζοντο τῆς νήσου, ἐρήμην ἀφέντες αὐτῷ τὴν πόλιν. Ἐπειδὴ δὲ τοῦτο μεμάθηκεν ὁ Ναβουχοδονόσορ, μεθίστη τὴν στρατιὰν ἐπὶ τὸ χρῆναι λαβεῖν τῶν Αἰγυπτίων τὴν χώραν, εἷλέ τε αὐτὴν ἀκονητὶ, Θεοῦ κατεξανιστάντος τοῖς Αἰγυπτίοις αὐτόν· ὅτι καὶ αὐτοὶ μεγάλην ἀνασπῶντες ἀεὶ τὴν ὀφρὺν, κατηλαζονεύοντο τῶν ἐξ Ἰσραὴλ, ὡς οὐκ ἐχόντων Θεὸν τὸν διασώζειν αὐτοὺς ἰσχύοντα. Καλούμενοι γὰρ εἰς ἐπικουρίαν, καὶ εἰς τὸ ἐπαμύνειν αὐτοῖς, ἀλκιμωτέρους ἔφασκον εἶναι τοὺς παρὰ σφίσι θεοὺς τοῦ τῆς Ἰουδαίας Θεοῦ. Ὅτι δὲ τὴν Αἰγυπτίων εἷλεν ὁ Βαβυλώνιος μετά γε τὸν ἱδρῶτα τὸν ἐπὶ Τύρῳ, σαφὲς ἂν γένοιτο τοῦ Θεοῦ λέγοντος πρὸς τὸν προφήτην Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρον. Πᾶσα κεφαλὴ φαλάκρωμα, καὶ πᾶς ὦμος