Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.440.1
Not analysed yet
μαδών· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ, ἀντὶ τῆς δουλείας τῆς σκληρᾶς, ἧς ἐδούλευσαν ἐπὶ Τύρῳ. Ἀντὶ τούτου δέδωκα αὐτῷ γῆν Αἰγύπτου.» Ἐπιφέρει τοίνυν ὁ προφήτης καὶ αὐτῇ τὸ, Οὐαὶ, καί φησιν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας. Αἰθιοπίας μὲν οὖν ποταμοὺς τὰ ἑπτὰ στόματά φησι, δι' ὧν ὁ εὐρύς τε καὶ μέγας τῆς Αἰγύπτου ποταμὸς τῇ θαλάσσῃ μίσγεται. Γῆν δὲ τὴν ἐπέκεινα ποταμῶν ὀνομάζει, τὴν νῦν οὖσαν Ἀλεξάνδρειαν, καλουμένην δὲ τὸ τηνικάδε Ὦν. Ἦν δὲ δὴ πολυανδροῦσα λίαν, καὶ ἀλκιμωτάτους ἔχουσα τοὺς οἰκήτορας, ἀφειστήκει δὲ βραχὺ τῶν Αἰγύπτου ποταμῶν. Ἀπὸ γὰρ τοῦ τελευταίου στόματος (ὄνομα δὲ αὐτῷ τὸ Ἡρακλεῖον), διίσταται πρὸς ἑσπέραν σταδίοις τάχα που τὸν ἀριθμὸν ὀγδοήκοντα. Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς τὴν μνημονευθεῖσαν οἰκοῦσι πόλιν, ἄνω τε καὶ κάτω τὸν ποταμὸν διαπλεῖν, ἀεὶ μὲν ὄντα ναυσίπορον, ἄγειν δὲ καὶ φέρειν τά τε παρ' αὐτῶν εἰς ἑτέρους, παρά τε σφίσι τὰ ἐξ ἑτέρων, καὶ φιλοκερδίαις ἐντρυφᾷν ταῖς ἐξ ἐμποριῶν· ταύτῃτοι ταλανίζει τὰς ναῦς ὁ προφητικὸς ἐν τουτοισὶ λόγος, καὶ οὐ κατά γε τῶν νηῶν ἐπιφέρει τὸ, Οὐαί· κατ' ἐκείνων δὲ μᾶλλον, οἵπερ ἦσαν αὐταῖς ἀεὶ χρώμενοι, χαίροντές τε καὶ ἐντρυφῶντες, ὡς ἔφην, ταῖς ἐξ αὐτῶν γινομέναις φιλοκερδίαις. Κατειλημμένης γὰρ ἁπάσης τῆς χώρας ὑπὸ τοῦ Ναβουχοδονόσορ, πέπαυται μὲν ἐμπορία πᾶσα, καὶ τῆς εἰς τοῦτο παῤῥησίας τὸ πλάτος ἀνεκόπτετο, διολωλότων τάχα που καὶ τῶν κεκτημένων αὐτάς. Οὐαὶ τοίνυν, φησὶν, αἱ πτέρυγες τῶν πλοίων τῆς γῆς ἐκείνης τῆς οὔσης ἐπέκεινα τῶν ποταμῶν Αἰθιοπίας. Πτέρυγας δὲ πλοίων ὀνομάζει τὰ ἱστία, οἷς αἱ τῶν πνευμάτων ἐμπίπτουσαι προσβολαὶ, πτηνοῦ δίκην αὐτὰς ἀποφέρουσι διὰ μέσου κύματος. Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς· ὠδίνει γε μὴν ἱστορίας Ἑλληνικῆς ἀφήγησιν, ἣν καὶ ἀναγκαίως ἐροῦμεν, οὐκ ἔξω βαίνοντες τοῦ εἰκότος, ἤγουν τοῦ πρέποντος λόγοις Χριστιανικοῖς, ἀλλ' ὑπέρ γε τοῦ σαφῆ καταστῆσαι τοῖς ἀκροωμένοις τὴν τῶν ἐννοιῶν ἀπόδοσιν. Ἔχει δὲ οὕτω τῆς ἱστορίας ὁ λόγος· Μυθολογοῦσί τινες τῶν παρ' Ἕλλησι ποιητῶν Μύῤῥαν γενέσθαι τὴν τοῦ Κινύρου τινὸς θυγατέρα, ὃς δὴ καὶ ἀχαλίνοις ὁρμαῖς ταῖς εἰς φιληδονίαν ἡττώμενος, συνεπλέκετο μὲν ἀσελγῶς τῇ ἰδίᾳ θυγατρὶ, μητέρα δὲ αὐτὴν ἐποίει παιδὸς, ὃν δὴ καὶ ὠνόμασεν Ἄδωνιν. Ἐπερυθριῶν δὲ τῷ γεγονότι καὶ τοῖς τῆς φύσεως νόμοις, ὅτι πέπραχεν ἀνοσίως ἐξελεγχόμενος, ἐξέθηκεν ὥς φασι τὸ παιδίον ἐν ὄρει. Λαβοῦσαι δὲ τοῦτο τῶν ἐκεῖσε νυμφῶν τινες, ἃς καὶ ὀρεάδας καλοῦσι δαίμονας, ἔθρεψάν τε καὶ διεσώσαντο· ὃς δὴ καὶ ἡβήσας, καὶ ἐν νεανίαις ἤδη τελῶν, εὐπρεπεστάτην μὲν ἔχων τὴν ὥραν ἐφαίνετο· ἥπτετο δὲ κυνηγ[ε]ίας, καὶ τὰς ἐπὶ τούτῳ σπουδὰς καθ' ὕλας ἐποιεῖτο περὶ πολλοῦ. Εἶτα, φησὶ, θεασαμένη τοῦτον ἡ παρ' αὐτοῖς Ἀφροδίτη (ἑταιρικὸν δὲ τοῦτο γύναιον ἦν), ἠράσθη τε καὶ συνεγένετο, καὶ περιέπουσα διετέλει. Καὶ πρός γε τοῦτο λελυπημένος ὁ Ἄρης, ἀντεραστὴς ὑπάρχων τῆς Ἀφροδίτης, συῒ παρεικάζεται, καὶ θηρῶντι μὲν