Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.441
Not analysed yet
ἐπιπηδᾷ, διόλλυσι δὲ παραχρῆμα· καὶ θρήνου πρόφασις γέγονε μὲν τὸ χρῆμα τῇ Ἀφροδίτῃ, φησίν. Καθίκετο δὲ δυσθυμίας εἰς τοῦτο καὶ λύπης, ὥστε καὶ εἰς αὐτὸν καταφοιτῆσαι τὸν ᾅδην, ἀνακομίσαι θέλουσα τὸν ἐρώμενον. Ἐπειδὴ δὲ ἡ τοῦ Πλούτωνος γυνὴ μετεποιεῖτο τοῦ νεανίσκου σφόδρα, καὶ ἀξιοθαύμαστον ἔχοντα τὴν ὥραν οὐκ ἠφίει, συνέθεντο πρὸς ἀλλήλας, ὥστε μερίσασθαι τοῦ ἐνιαυτοῦ τὸν κύκλον· καὶ ἐξ ἡμισείας ἔχειν αὐτόν. Ἀνελθούσης δὲ τῆς Ἀφροδίτης, καὶ τοῦτο ἀναγγειλάσης τοῖς ἑαυτῆς οἰκείοις, ἤτοι φίλοις, ἢ λατρευταῖς, ἑορτὴ τὸ χρῆμα γέγονε καὶ πανήγυρις. Ἐπλάττοντο τοίνυν Ἕλληνες ἑορτὴν ἐπὶ τούτῳ τοιαύτην. Προσεποιοῦντο μὲν γὰρ λυπουμένῃ τῇ Ἀφροδίτῃ, διὰ τὸ τεθνάναι τὸν Ἄδωνιν, συνολοφύρεσθαι καὶ θρηνεῖν· ἀνελθούσης δὲ ἐξ ᾄδου, καὶ μὴν καὶ ηὑρῆσθαι λεγούσης τὸν ζητούμενον, συνήδεσθαι καὶ ἀνασκιρτᾷν· καὶ μέχρι τῶν καθ' ἡμᾶς καιρῶν ἐν τοῖς κατ' Ἀλεξάνδρειαν ἱεροῖς ἐτελεῖτο τὸ παίγνιον τοῦτο. Μεμαθήκασι καὶ οἱ ἐξ αἵματος Ἰσραὴλ, καὶ δὴ καὶ ἔδρων αὐτὸ, Θεὸν μὲν ἀφέντες τὸν φύσει καὶ ἀληθῶς, ἀπονενευκότες δὲ πρὸς ἃ μὴ θέμις, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις εἰς ὄλεθρον καὶ ἀπώλειαν ἀσυνέτως συνηρπασμένοι. Διαμέμνηται τούτου καὶ ὁ μακάριος προφήτης Ἰεζεχιήλ· ἔφη γὰρ οὕτως· «Καὶ ἴδον, καὶ ἰδοὺ ἐκεῖ γυναῖκες καθήμεναι, θρηνοῦσαι τὸν Θαμμούζ.» Διερμηνεύεται δὲ ὁ Θαμμοὺζ ὁ Ἄδωνις. Ἐπράττετο δέ τι τοιοῦτον παρὰ τῶν ὄντων ἐν τῇ γῇ τῇ ἐπέκεινα ποταμῶν Αἰθιοπίας, περὶ ἧς ἐν τοῖς ἀνωτέρω βραχὺ σαφῶς εἰρήκαμεν. Κέραμον λαβόντες, εἶτα γράφοντες ἐπιστολὴν πρὸς τὰς ἐν Βίβλῳ γυναῖκας, ὡς ηὑρημένου τοῦ Ἀδώνιδος, καὶ ἐνθέντες τε αὐτὴν τῷ κεράμῳ, καὶ σφραγίσαντες, καθίεσαν εἰς τὴν θάλασσαν, τελετάς τινας ἐπ' αὐτῷ ποιησάμενοι· καὶ ὥς γε ἔφασκον, αὐτομάτως εἰς Βίβλον ἀπεκομίζετο κατὰ φανερὰς τοῦ ἔτους ἡμέρας. Ὃν δὴ καὶ ἀποδεξάμεναι γυναῖκές τινες τῆς Ἀφροδίτης φίλαι, εἶτα λαβοῦσαι τὴν ἐπιστολὴν ἐπαύοντο τοῦ θρηνεῖν, ὡς ηὑρημένου παρὰ τῆς Ἀφροδίτης τοῦ Ἀδώνιδος. Διαγελᾷ τοίνυν ὁ προφητικὸς ἡμῖν λόγος, ὡς εἰδωλολάτρας ποτὲ καὶ ἀνοσίους, καὶ ἀπατεῶνας, καὶ θεομισεῖς, τοὺς κατοικοῦντας τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας, καί φησιν· Ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα, καὶ ἐπιστολὰς βιβλίνας ἐπάνω τοῦ ὕδατος. Ἕπεται δὲ πάντως καὶ τούτῳ τὸ, Οὐαί· καθάπερ ἀμέλει καὶ ταῖς πτέρυξι τῶν πλοίων. Οὐαὶ γὰρ γῆς πτέρυγες πλοίων, φησίν. Οὐκοῦν ἀπὸ κοινοῦ προσεπάγεται τὸ, Οὐαὶ, τῷ ἀποστέλλοντι ἐν θαλάσσῃ ὅμηρα· τοῦτ' ἔστιν, ἐνέχυρα τῆς ὁμοψυχίας. Ὡς γὰρ Ἀφροδίτης τελοῦντες μυστήριον τοῖς ταύτην ἐν Βίβλῳ σεβομένοις, καὶ τὴν ἴσην αὐτοῖς νοσοῦσι μανίαν, ἐξέπεμπον τὰς ἐπιστολὰς, οὐ πλοίοις ἐνθέντες τοὺς διακομιστὰς, ἀλλ' οἷον ἐπάνω τοῦ ὕδατος, διὰ τὸ κεράμῳ, καθάπερ ἔφην, ἐντεθεῖσθαι ταύτας. Ἠναγκάσμεθα δὲ μύθων ὀδωδότων καὶ γεγηρακότων, καὶ