Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.444.1
Not analysed yet
βδελυρίας Ἑλληνικῆς ποιήσασθαι μνήμην, ὑπέρ γε τοῦ σαφηνίσαι μόνον τῶν προκειμένων τὸν νοῦν. Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπέκεινα; Ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον. Φθάσας ἔφην, ὅτι προσκεκρούκασι τοῖς Ἀσσυρίων βασιλεῦσιν οἱ κατοικοῦντες τὴν γῆν τὴν ἐπέκεινα ποταμῶν Αἰθιοπίας· ἐπείπερ αἰτοῦσιν ἐπικουρίαν τοῖς ἐξ Ἰσραὴλ, οὐ κατεπηγγέλλοντο μόνον, ἀλλὰ γὰρ καὶ πεπόμφασιν, εἰ καὶ ὤνησαν αὐτοὺς παντελῶς οὐδέν. Οἱ δὲ πρὸς τοῦτο λελυπημένοι, μετὰ τὸ πᾶσαν, ὡς ἔπος εἰπεῖν, καταδῃῶσαι τὴν Ἰουδαίαν, κεχωρήκασι κατὰ τῆς Αἰγυπτίων, εἷλόν τε ἅπασαν ἀμογητὶ, Θεοῦ διδόντος αὐτοῖς τὸ δύνασθαι κατευμεγεθεῖν τῆς τῶν ἀνθεστηκότων χειρὸς, διάτοι τὸ λελυπῆσθαι κατ' Αἰγυπτίων. Μέλλοντος τοίνυν καταστρατεύειν τῆς χώρας αὐτῶν τοῦ Βαβυλωνίου, δρομαῖοί τινες ἐβαδίζοντο ἐκ τῆς Ἰουδαίας, ἀπαγγέλλοντες αὐτοῖς τὴν οὐκ εἰς μακρὰν ἐσομένην ἔφοδον. Καὶ περὶ αὐτῶν φησιν ὁ προφήτης, ὅτι Πορεύσονται ἄγγελοι κοῦφοι, τοῦτ' ἔστι, ταχεῖς, καὶ οἱονεὶ πτηνοί τε καὶ ἐλαφροὶ, γείτονά τε καὶ ἐπὶ θύραις ἤδη γεγενημένην τὴν ἐκ τοῦ πολέμου καταμηνύοντες συμφοράν. Ἔθνος δὲ μετέωρον, καὶ ξένον λαὸν καὶ χαλεπὸν, τοὺς Αἰγυπτίους ὀνομάζει· τὸ, μετέωρον, ἀντὶ τοῦ, ὑπέροπτον, ἤτοι τὸ κοῦφον καὶ ἐλαφρὸν, καὶ ἀνούστατον· ξένον δὲ καὶ χαλεπὸν, ὡς ἐν χαλεπότητι ξενίζον, καὶ οὐκ ἔχον τινὰ τὸν ἐπέκεινα πρὸς τοῦτο. Τίς γὰρ αὐτοῦ ἐπέκεινα, φησίν, ἀντὶ τοῦ, Τίς οὕτω κοῦφος, καὶ ἀμαθὴς καὶ ἀσύνετος, καὶ ἀσυνήθη τοῖς ἄλλοις ἐπιτηδεύων φαυλότητα, ὡς ὁ ἐν Αἰγύπτῳ λαός; Σφόδρα γὰρ ἦσαν εἰδωλολάτραι. Τοιγάρτοι καὶ ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον αὐτοὺς ὀνομάζει. Ἀνέλπιστον μὲν, διάτοι τὸ μὴ εἰδέναι τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεόν· καταπεπατημένον δὲ, ὅτι ταῖς τῶν δαιμονίων ἀπάταις πολὺ δὴ λίαν τὸν νοῦν ὑποστρώσαντες. μονονουχὶ τοῖς ἐκείνων ὑπέκειντο ποσίν· ἢ καὶ ἑτέρως ἐκδέξῃ τὸ εἰρημένον. Περιπεσόντες γὰρ ταῖς Ἀσσυρίων χερσὶν, πᾶσαν ἀποβεβλήκασιν εὐθυμίας ἐλπίδα, καταπεπάτηνται δὲ οὕτως, ὡς μηδὲ, ὅσον εἰπεῖν, ἀνασφῆλαι δύνασθαί ποτε, ὑποπεπτωκέναι τε καὶ ὑπεστρῶσθαι ταῖς τῶν νενικηκότων ποσίν. Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Προαπαγγέλλει χρησίμως καὶ τὸν τῆς ἁλώσεως τρόπον. ᾬοντο μὲν γὰρ οἱ τὴν Αἰγυπτίων ἔχοντες γῆν, ἀνάλωτοι γεγενῆσθαι τοῖς Βαβυλωνίοις, διάτοι τὸ πᾶσαν αὐτῶν τὴν χώραν πλείστοις τε ὅσοις καὶ μέντοι καὶ μεγάλοις διεζῶσθαι ποταμοῖς, εὐρείας τε καὶ μακρὰς ἐσχηκέναι τὰς λίμνας. Δυσέμβατοι γάρ πως, καὶ οὐκ εὐκατάδρομοι λίαν τοῖς καταδῃοῦν ἐθέλουσιν, αἱ τοιαίδε τῶν χωρῶν. Ἐπειδὴ δὲ Θεὸς αὐτοῖς ἐπεμήνισεν, ἕτοιμον καὶ τοῦτο τοῖς Βαβυλωνίοις ἐτίθει. Πᾶσαν γὰρ ὑδάτων ἀποξηράνας σύστασιν, ἱππήλατον αὐτοῖς ἀπέφηνε τὴν ὑγράν. Τοῦτο οἶμαι δηλοῦν τὸν προφήτην ἐν τουτοισὶ λέγοντα· Νῦν οἱ ποταμοὶ τῆς γῆς πάντες, ὡς χώρα κατοικουμένη, κατοικηθήσεται ἡ χώρα αὐτῶν. Τὰ γάρ τοι πλόϊμα, φησὶ, καὶ ἀεί πως ὑγρὰ τῶν χωρίων ἔσται τοιαῦτα, κατὰ τὸν τοῦ πολέμου καιρὸν, ὡς δοκεῖν ἤδη πως καὶ χώραν εἶναι κατοικουμένην διὰ παντὸς, καὶ χέρσον ἁπλῶς ὑδάτων ἔρημον. Τί γὰρ οὐκ ἂν δύναιτο κατορθοῦν ἡ θεία τε καὶ παναλκὴς, καὶ ἀνοτάτω φύσις; Ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρθῇ, ὡς σάλπιγγος φωνὴ, ἀκουστὸν ἔσται. Οἱ τῶν τακτικῶν ἡγούμενοι, κατὰ τὸν τοῦ πολέμου καιρὸν ἐν γηλόφοις ἱστάντες τινὰς, αἴρεσθαι πλειστάκις ποιοῦσι σημεῖον· καὶ σύνθημα τοῦτο τῇ στρατιᾷ