Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.445
Not analysed yet
γίνεται πράγματος ἐναργοῦς. Κέχρηται δὲ καὶ ταῖς διὰ σαλπίγγων φωναῖς, ἢ διανιστάντες ἐπὶ τὸ μάχεσθαι κατά τινα συνήθη ῥυθμὸν, ἢ καὶ ἀφιστάντες τοῦ πολέμου κατά γε τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν. Ἔστι τοίνυν καὶ τὸ αἰρόμενον ὑψοῦ σημεῖον ἐπισημότατον. Ἑστήκασι γὰρ εἰς ὄρος οἱ τοῦτο δρᾷν εἰωθότες, καὶ μὴν καὶ ἅπασι τοῖς κατὰ τὴν μάχην ἐξάκουστος καὶ σαφὴς ἡ τῶν σαλπίγγων ἠχή. Ἔσται τοίνυν, φησὶ, τῆς Αἰγυπτίων τὸ πάθος γνωριμώτατον οὕτω τοῖς ἁπανταχοῦ, ὥστε παρεικάζεσθαι σημείῳ τῷ κατά τι τῶν ὀρῶν ἐγηγερμένῳ· ἔκπυστον δὲ οὕτω, καθάπερ ἀμέλει καὶ ἡ διὰ τῶν σαλπίγγων ἠχή. Ἀπὸ δὴ τῶν τοιούτων ἐκεῖνο εἰσόμεθα, καὶ πρὸς ὠφελείας ἡμῖν ἔσται πολλῆς, τὸ κατὰ μηδένα τρόπον καταθήγειν εἰς ὀργὰς τὴν ἀκήρατον φύσιν· ἢ πάντη τε καὶ πάντως δρῶντας ἃ μὴ θέμις, καὶ τὴν ὑπ' αὐτῷ λατρείαν παραιτουμένους, ἤγουν συντρέχοντας ἀποστάταις, καὶ τοῖς ὑπὸ θείαν ὀργὴν τοὺς ἑαυτῶν συμπλάττοντας τρόπους, κοινωνεῖν αὐτοῖς τῆς συμφορᾶς, καὶ τὴν ἴσην πράττεσθαι παρὰ Θεοῦ δίκην. Τοῦτο πεπονθότας τοὺς τῶν Αἰγυπτίων οἰκήτορας κατίδοι τις ἄν. Ἐπειδὴ γὰρ προσκεκρούκασιν οἱ ἐξ Ἰσραὴλ, εἶτα σώζειν αὐτοὺς ἐπηγγέλλοντο, κἂν εἰ μὴ βούλοιτο Θεὸς, δίδονται τοῖς ἐχθροῖς εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ὅτι οὔτως εἶπέ μοι Κύριος· Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει, ὡς φῶς καύματος μεσημβρίας, καὶ ὡς νεφέλη δρόσου ἡμέρας ἀμητοῦ ἔσται πρὸ τοῦ θερισμοῦ. Σαφὴς μὲν τῆς ἱστορίας ὁ λόγος· πλὴν ἐπιδρομάδην ἐροῦμεν. Σέσωκε γὰρ τὰ Ἱεροσόλυμα Θεὸς πολιορκοῦντος αὐτὰ Ῥαψάκου, καὶ τὴν ἀναρίθμητον τὴν τῶν Ἀσσυρίων πληθὺν περιστήσαντος· σέσωκεν ὅπως; «Ἐξῆλθε γὰρ ἄγγελος Κυρίου,» φησὶ, «καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας.» Ἔσται τοίνυν, φησὶν, ἀσφάλεια ἐν τῇ πόλει τῇ ἐμῇ. Καὶ ὅτι γέγονα κινδυνεύουσιν ἐπίκουρος ἐγὼ, διαφανὲς οὕτω τοῖς ἁπανταχόσε γενήσεται, ὡς ἔστι λαμπρὸν καὶ ἀκμαιότατον τὸ ἐν μεσημβρίᾳ φῶς. Ἡλίου γὰρ μεσημβρίζοντος, καὶ ἀκμαιοτάτην ἄνωθεν τοῖς ἐπὶ τῆς γῆς ἐνιέντος τὴν ἀκτῖνα, πλουσιωτάτῳ φωτὶ τὰ πάντα καταλαμπρύνεται. Ἔσται τοίνυν, φησὶ, κινδυνεύουσιν ἡ παρ' ἐμοῦ δοθησομένη τὸ τηνικάδε χάρις τε καὶ ἀσφάλεια, ὥσπερ ἂν εἰ καὶ νεφέλη δρόσου ἐν ἡμέραις ἀμητοῦ πρὸ τοῦ θερισμοῦ. Καὶ τί δὴ βούλεται δηλοῦν, ἐρῶ πάλιν· Ἔθος τοῖς ἀμῶσι μὴ πρότερον τοῖς ἀστάχυσιν ἐπαφεῖναι τὸν σίδηρον, εἰ μὴ ἄρα πως προκατενεχθεῖσα δρόσος, εὐαφεστέραν αὐτοῖς τὴν καλάμην ἐργάσηται. Ἐν εὐχῇ τοιγαροῦν τὸ χρῆμα αὐτοῖς, τὸ καθιεῖσθαί φημι παρὰ Θεοῦ τὴν δρόσον. Τριπόθητος οὖν τοῖς ἐν τοῖς Ἱεροσολύμοις ἡ παρὰ Θεοῦ γέγονεν ἀσφάλεια, καθάπερ ἀμέλει καὶ ἡ δρόσος ἐν ἡμέραις ἀμητοῦ πίπτουσα πρὸ τοῦ θερισμοῦ. Ὅταν συντελεσθῇ στάχυς, καὶ ὄμφαξ ἀνθήσῃ ἄνθος ὀμφακίζουσα. Καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις, καὶ τὰς κληματίδας ἀφελεῖ,