Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.468.1
Not analysed yet
ὡς ἔφην, οὐκ ἠσθενηκότος τοῦ διασώζοντος, ἀλλ' ἰδίοις καὶ αὐτὴν ὑποτιθέντος νεύμασιν, καὶ τοῖς Ῥωμαίων σκήπτροις ὑπάγοντος. Δοκεῖ δέ τισι καὶ ἑτέρως νοεῖν τὸ προκείμενον. Ἐπειδὴ γὰρ ὅλως ἐπεσκέψατο τοὺς Αἰγυπτίους, καὶ μετεκόμισεν ἐκ σκότους εἰς φῶς ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπέστησε μὲν τῆς τῶν εἰδωλολατρείας ἐθῶν, δεδώρηται δὲ τὸ εἰδέναι λοιπὸν, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς, καὶ τῶν ὅλων δημιουργός. Πεπιστεύκασι γὰρ εἰς Χριστόν· ἐγνώκασι δὲ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ τὸν Πατέρα. Ταύτῃ τοι, φησὶν, ἐκ πολλῆς ἄγαν ἐπιεικείας τε καὶ εὐλαβείας, ἔσται αὐτοῖς ἡ χώρα τῶν Ἰουδαίων εἰς φόβητρον. Τὸ δὲ εἰς φόβητρον ὅταν λέγῃ, νοήσεις τὸν ἐκ τῆς εὐλαβείας φόβον. Τιμῶσι γὰρ ἅπαντες τὰ Ἱεροσόλυμα, διά τοι τὸ ἐκεῖσε γενέσθαι Χριστὸν, καὶ τὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἀνατλῆναι σταυρὸν, τεθῆναί τε ἐπὶ μνήματος, ἀναβιῶναί τε αὖ, καὶ ἀναβῆναι πρὸς τὸν Πατέρα. Πάλαι μὲν οὖν μεμίσητο παρὰ τοῖς Αἰγυπτίοις τῶν Ἰουδαίων ἡ χώρα· καὶ γὰρ ἦν μαχόμενος αὐτοῖς τῆς θρησκείας ὁ τρόπος. Οἱ μὲν γὰρ προσεκύνουν τῇ κτίσει, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν· οἱ δὲ λελατρεύκασι τῷ παναγίῳ Θεῷ, καὶ τοῖς παρ' αὐτοῦ διοικούμενοι νόμοις, τῆς εὐαγοῦς πολιτείας γεγόνασιν ἐπιμεληταί. Ἡ τοίνυν μεμισημένη χώρα ποτὲ, φόβητρον ὥσπερ τι καὶ εὐλαβείας αὐτοῖς ὑπόθεσις ἔσται, διάτοι τὸ ἐν αὐτῇ γενέσθαι Χριστὸν, ὡς ἔφην, τὸν ἐκ σκότους αὐτοὺς καλέσαντα πρὸς τὸ θαυμαστὸν αὐτοῦ φῶς. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου. Πόλις Ἀσεδὲκ κληθήσεται ἡ μία πόλις. Καταθαυμάσειεν ἄν τις καὶ σφόδρα εἰκότως τῆς ἔν γε τούτοις ἰσχνομυθίας τὸν μακάριον προφήτην, καὶ ἠγνοηκότα μὲν παντελῶς οὐδὲν τῶν ἐσομένων κατὰ τοὺς τῆς ἐπιδημίας καιροὺς τῇ τῶν Αἰγυπτίων χώρᾳ, προαναφωνοῦντα δὲ τὰ καθ' ἕκαστον, τίνα τρόπον τὸ εὐαγγελικὸν παρεδείχθη κήρυγμα διαγορεύοντα σαφῶς. Ἔσονται τοίνυν, φησὶ, πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι, τοῦτ' ἔστι τῇ Σύρων, ἤτοι τῇ κατὰ τὴν Παλαιστίνην. Μιᾷ γὰρ λαλοῦσι γλώσσῃ Φοίνικες καὶ Παλαιστινοί. Ἀγχιτέρμονες δὲ πάλιν ἀλλήλοις εἰσὶ Παλαιστινοί τε καὶ Αἰγύπτιοι, καὶ τὸ μεσολαβοῦν οὐδὲν, ἀλλ' ἐν τοῖς τῆς Αἰγύπτου πέρασι, τοῖς πρός γέ φημι τὴν ἕω, καὶ θάλασσαν τῆς Παλαιστινῶν γῆς, αἱ πρῶται λοιπὸν ἀνίσχουσιν εἰσβολαί. Ὅμορος τοίνυν τῇ Χαναναίων ἡ Αἰγυπτίων. Ταύτῃ τοι καὶ αἱ πρὸς τοῖς πέρασι τῆς Αἰγύπτου πόλεις, πρῶτον παραδέχονται τὸ σωτήριον κήρυγμα· πέντε δὲ αὗται, ὧν δὴ καὶ πρώτην εἶναί φαμεν τὴν νυνὶ Ῥινοκορουρητῶν. Λαλοῦσι μὲν καὶ τῇ γλώσσῃ Χανανίτιδι. Ἐσπούδασται γὰρ τοῖς ἐν ταύταις ταῖς πόλεσιν, οὐχὶ τῆς Αἰγυπτίων φωνῆς μεταποιεῖσθαι τοσοῦτον, ὅσον τῆς Σύρων. Φασὶ δέ τινες ἐν ἰδίαις συγγραφαῖς διαμνημονεῦσαι σαφῶς τὸν Ἰώσηπον, ὅτι τῆς Ἰουδαίων ἀποφοιτήσας γῆς, Ἰωνίας τις ὀνόματι τελῶν ἐν τοῖς ἐξαίμασι τοῦ Λευῒ καὶ τῇ κατὰ νόμον ἱερωσύνῃ τετιμημένος, ὡς ὁμόρους τῶν Χαναναίων τὰς πέντε ταυτασὶ κατελάβετο πόλεις, φιλονεικήσας πρός τινας τῶν ὁμογενῶν, ἢ τάχα που καὶ δίωξιν ὑπομείνας. Οὗτος, φησὶν, οὐκ εὐαρίθμητον Ἰουδαίων πληθὺν σον-