Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.469
Not analysed yet
αγηγερκὼς, κατῴκηκεν ἐν μιᾷ τῶν πέντε τουτωνὶ πόλεων, ἣ καὶ ὠνόμασται πόλις Ἀσεδὲκ, τοῦτ' ἔστι δικαιοσύνης. Ἐντεῦθέν φασι τοὺς πρὸς τοῖς Αἰγυπτίων τέρμασι κατηθίσθαι τε καὶ ἀγαπᾷν τῇ τῶν Χαναναίων γλώσσῃ λαλεῖν. Μαθήσονται δὲ, φησὶ, καὶ ὀμνύειν τῷ ὀνόματι Κυρίου. Παράδοξον δὲ καὶ τοῦτο. Ἔθος μὲν γὰρ τοῖς ματαίων προσκυνηταῖς ὅρκιον ποιεῖσθαι τὸ ἑκάστῳ δοκοῦν τῶν τοῦ κόσμου στοιχείων. Οἱ μὲν γὰρ τὸν οὐρανὸν ὀνομάζουσιν, οἱ δὲ τὸν ἥλιον, ἕτεροι δὲ καὶ τὰ ἐν σηκοῖς χειρότευκτα· διαμέμνηνται δὲ κατ' οὐδένα τρόπον τοῦ κατ' ἀλήθειαν Θεοῦ· οὐ γὰρ ἐγνώκασιν αὐτόν. Τῶν γε μὴν ἐπεγνωκότων ἤδη καὶ πεπιστευκότων, ἐστὶ τὸ καὶ ὀμνύειν τῷ ὀνόματι αὐτοῦ. Οὕτω καὶ ὁ πάνσοφος Μωσῆς τῆς ἐν Αἰγύπτῳ λατρείας ἐκπεφοιτηκότα τὸν Ἰσραὴλ πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν Θεοῦ προσεκόμιζε λέγων· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Προσετίθει δὲ τούτοις, ὅτι Καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Ἀπόδειξις τοίνυν ἐναργὴς τοῦ παραδέξασθαι τὴν πίστιν τὰς πέντε ταύτας πόλεις, τὸ ὀμνῦναι μὲν ἐπ' οὐδενὶ τῶν ματαίων, δέχεσθαι δὲ μᾶλλον εἰς ὅρκου χρείαν τὸ ὄνομα Κυρίου. Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ· καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου. Ἡ μὲν γὰρ Αἰγυπτίων σύμπασα γῆ τεμένεσί τε πεπλήθει καὶ μεμέστωτο βωμῶν· σπονδαὶ δὲ ἦσαν καὶ θυσίαι πανταχῆ, τοῦτο μὲν τοῖς τοῦ κόσμου στοιχείοις προσκομιζόμεναι παρ' αὐτῶν· τοῦτο δὲ, ὡς ἔφην, καὶ τοῖς ἐν σηκοῖς ἱδρυμένοις ἀγάλμασι δηλονότι καὶ δαιμονίων στήλαις. Καὶ τί τοῦτο λέγω, ὅτε καὶ ἀλόγων ζώων ἀναθέντες μορφὰς, τὴν Θεῷ πρέπουσαν δόξαν αὐτοῖς ἐχαρίζοντο; Ὅρα τοίνυν ἐξ οἵων εἰς οἷα μεταπέπτωκε τὰ Αἰγυπτίων πράγματα. Οἱ γὰρ πάλαι τῶν ἄλλων ἁπάντων δεισιδαιμονέστεροι, καὶ ἀχαλίνως νενευκότες εἰς τὸ ἐξήνιον, τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο καιροῦ, καθ' ὃ ἂν ἐπιλάμψῃ παρ' αὐτοῖς τὸ σωτήριον κήρυγμα, παραδέξονται τὴν προσκύνησιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ. Ἔσται γὰρ θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ τῶν Αἰγυπτίων. Ἔμφασιν ἔχει πολλὴν ὁ λόγος. Εἴρηται γὰρ μετὰ θαύματος. Πῶς γὰρ οὐ παράδοξον τὸ καὶ ἐν αὐτῇ τῇ Αἰγυπτίων χώρᾳ, θυσιαστήριον ὁρᾶσθαι Κυρίου; Καὶ πρός γε τούτῳ, καὶ στήλην πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ. Στήλην δὲ φησὶν ἐν τούτοις, ὥς γ' ἐμοὶ δοκεῖ, ἢ ναὸν ἅγιον Θεοῦ, τοῦτ' ἔστι τὴν Ἐκκλησίαν, ἢ τάχα που καὶ πρώτη τῶν ἄλλων ἐγήγερται πρὸς τὸ ὅριον αὐτῆς, ἤγουν τὸ τοῦ ἁγίου σταυροῦ σημεῖον, ᾧ περιφράττεσθαι τοὺς πιστεύοντας ἔθος. Κεχρήμεθα γὰρ ἀεὶ τῷ πράγματι, πᾶσαν διαβολικὴν ἐπήρειαν ἀνατρέποντες, καὶ τὰς τῶν δαιμονίων ἐφόδους διακρουόμενοι. Τεῖχος γὰρ ἡμῖν ἄῤῥηκτον ὁ σταυρὸς, καὶ τὸ ἐπ' αὐτῷ καύχημα σωτήριον ἀληθῶς· «Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ.» Παράδοξα τοίνυν, τὰ ἐκ τῆς προφητείας προηγορευμένα