Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.481
Not analysed yet
ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Ταύτῃ τοι καὶ μάλα σαφῶς ὁ σώφρων, ὁ κόσμιος, καὶ ἀρετῆς ἁπάσης ἔμπλεως, ὁ προφητικῇ κατεστεμμένος χάριτι, καὶ ἐν ἀσκήσει περιφανὴς, καὶ αὐτὸν ἀποδύεται τὸν σάκκον, οὐ τρυφερὸν ἱμάτιον, παχὺ δὲ μᾶλλον καὶ εὐτελές· ἀπολύει δὲ καὶ τῶν ποδῶν τὰ σανδάλια, καὶ ἐν τῷ τοιῷδε βαδίζει σχήματι· ἵν' αὐτὸ δὴ τοῦτο θαυμάζοντες οἱ ὁρῶντες αὐτὸν, ἀναπυνθάνωνται τὰς αἰτίας, καὶ ἐφ' ὅτῳ τοῦτο πέπραχεν εἰδέναι σπουδάζοντες, πληροφορηθεῖεν· ὅτι ματαίαν ἔχουσι τὴν ἐπ' ἀνθρώποις ἐλπίδα· καὶ χρῆν δή που μᾶλλον αὐτοὺς γλίχεσθαι μὲν τῆς ἄνωθεν εὐημερίας, ἐπίκουρον δὲ ποιεῖσθαι φιλεῖν τὸν ἀεὶ σεσωκότα Θεόν. Γυμνοῦ τοίνυν καὶ ἀνυποδέτου περινοστοῦντος τὴν Ἰουδαίαν τοῦ μακαρίου προφήτου, καὶ πτοίας ἐγγινομένης τοῖς ὁρῶσιν αὐτὸν οὐ μικρᾶς, Εἶπεν, φησὶ, Κύριος· Ὃν τρόπον πεπόρευται Ἡσαΐας ὁ παῖς μου, γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν. Ὡς γὰρ ἔφην φθάσας, ἐν ὀλίγοις ἔτεσι τρισὶ καταδῃώσας τὴν Αἰγυπτίων ὁ τῶν Ἀσσυρίων βασιλεὺς, καὶ μὴν καὶ τοὺς προσοικοῦντας Αἰθίοπας αὐτῇ, καὶ τῇ Θηβαίων γείτονας, πλείστην ἔχων αἰχμαλωσίαν, καὶ ταῖς Αἰγυπτίων ἐνσπαταλήσας συμφοραῖς· τότε δὴ τότε λαμπρὸς οἴκοι πάλιν ἀνεκομίζετο. Καὶ ἡττηθήσονται αἰσχυνθέντες οἱ Αἰγύπτιοι ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι· ἦσαν γὰρ αὐτοῖς δόξα. Καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες, τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, καὶ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων, καὶ πῶς ἡμεῖς σωθησόμεθα; Τὰ πρόσοικα τῇ Θηβαίων ἔθνη βάρβαρα, Βλέμμυες δὲ οὗτοι, οἳ καὶ εἰσὶν Αἰθίοπες, εὐτεχνέστατα μὲν τὰς βελῶν ἀφαιρέσεις ποιεῖσθαι μεμελετήκασι. Φαρμάκῳ δὲ ταύτας ἀποχρίοντες ὀλεθριωτάτῳ ἐπαφίασι τοῖς μαχομένοις· κἂν εἰ προσψαύσειαν, τεθνήξεται πάντως ὁ πληγεὶς, καὶ ὥσπερ τις ὀφιόδηκτος γεγονὼς παραχρῆμα πεσεῖται. Ἦν οὖν ἐν ἔθει καὶ τριβῇ Αἰγυπτίοις, πολέμου καὶ μάχης ἐπηρτημένων, τὰς τῶν Αἰθιόπων καταμισθοῦν τε φάλαγγας, καὶ μέγα φρονεῖν ἐπ' αὐτοῖς· ἀλλ' ἥλωσαν σὺν αὐτοῖς τῆς τῶν Ἀσσυρίων ἀνδρείας ἡττώμενοι. Αἰσχυνθήσονται τοίνυν οἱ Αἰγύπτιοι, φησὶν, ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ' οἷς ἦσαν πεποιθότες. Κατειλημμένων γὰρ καὶ αὐτῶν καὶ νενικημένων, ἐροῦσιν οἱ ἐν τῇ νήσῳ ταύτῃ κατοικοῦντες· Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες ποτὲ τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα; Νῆσον μὲν οὖν τὴν Αἴγυπτον ὀνομάζει, διά τοι τὸ εἶναι περίῤῥυτον ποταμοῖς, καὶ λίμναις ὑδάτων διεζῶσθαι πανταχοῦ· εἰσκομίζει γε μὴν τοὺς ἐνοικοῦντας αὐτὴν, τῆς ἐπὶ τοῖς Αἰθίοψιν ἐλπίδος καταγινώσκοντας. Εἰ γὰρ ἥλωσαν αὐτοὶ, φησὶν, πῶς ἂν ἐκσώσειαν τοὺς ἐπ' αὐτοῖς πεποιθότας; Ἀγαθὸν οὖν ἄρα τὸ ἐλπίζειν ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον· καὶ ὥς φησιν ὁ προφήτης Ἱερεμίας· «Ἐπικατάρατος μὲν ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καὶ στηρίζει σάρκα βραχίονος αὐτοῦ· εὐλογημένος γε μὴν, ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ.» Ἀεὶ δέ πως ἡμᾶς ὁ προφητικὸς ὀνίνησι λόγος· κἂν