Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.484
Not analysed yet
εἰ μὴ ἔχοι τυχὸν πνευματικῆς ἀφηγήσεως τρόπον ἡ ἱστορία, ἀλλ' οὖν τὸ ἐξ αὐτῆς ὄφελος οὐ βραχύ. Φησὶ γὰρ ὁ Παῦλος, τυπικῶς συμβαίνειν τοῖς ἀρχαιοτέροις, γεγράφθαι γε μὴν πρὸς νουθεσίαν ἡμῶν. ΤΟ ΟΡΑΜΑ ΤΗΣ ΕΡΗΜΟΥ. Διαπεράνας εὖ μάλα τὸν ἐπί γέ φημι τοῖς Αἰγυπτίοις λόγον, πηνίκα τε καὶ ὅπως κεκλήσονται διὰ πίστεως πρὸς ἐπίγνωσιν τοῦ κατ' ἀλήθειαν ὄντος Θεοῦ διειπὼν ὁ προφήτης, μεταφοιτᾷ πρὸς ἑτέραν ὅρασιν τὴν περὶ τῆς ἐρήμου· καὶ οὐχ ἁπλῶς γῆς ἡμῖν ἐν τούτοις ἀοικήτου καὶ ἐρήμης ποιεῖται μνήμην· ἀλλὰ γὰρ ἔρημον ὀνομάζει τὴν Βαβυλωνίων, ἥ ποτε μὲν ἀριθμοῦ κρείττονας εἶχε τοὺς οἰκήτορας, δεινούς τε καὶ μαχιμωτάτους· ἠρημώθη δὲ οὕτως, ὀργῆς αὐτῇ τῆς ἄνωθεν ἐπενηνεγμένης, ὡς κένανδρον ἀπομεῖναι παντελῶς καταστρατεύσαντος τῆς Βαβυλωνίων Κύρου τοῦ Καμβύσου. Οὗ καὶ ἑτέρωθι διαμνημονεύει λέγων ὁ προφήτης· «Οὕτως λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη. Πόλεις οὐ συγκληθήσονται.» Οὗτος εἷλε κατὰ κράτος τὴν ἀλαζόνα ποτὲ καὶ κατὰ παντὸς ἔθνους ἐπαιρομένην, καὶ δυσάντητον ἐν μάχαις, τὴν Βαβυλῶνά φημι. Ποιεῖ δὲ μνήμην καὶ νῦν ὁ προφήτης αὐτῆς, καὶ ἔρημον μὲν ὀνομάζει. Τίνα δὲ τρόπον ἀθλιότητος εἰς τοῦτο κατώλισθεν, ἀφηγεῖται σαφῶς δύο τούτων ἕνεκα καθάπερ ἐγῷμαι. Ἢ γὰρ ἵνα τοὺς Ἰουδαίους ἀποστήσῃ τῆς ἐλπίδος· «Ἦν γὰρ Ἐφραῒμ περιστερὰ ἄνους,» καθά φησιν εἷς τῶν ἁγίων προφητῶν· «Αἴγυπτον ἐπεκαλεῖτο, καὶ εἰς Ἀσσυρίους ἐπορεύετο·» ἢ ἵνα παρακαλέσῃ λελυπημένους, ὅτι πεπόρθηται μὲν αὐτῶν ἡ χώρα, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεὼς, δορύληπτοι δὲ γυναιξὶν ὁμοῦ καὶ τέκνοις ἀπεκομίσθησαν εἰς τὴν Βαβυλῶνα. Τοῦτο δὲ ἦν διδάσκοντος ἐναργῶς, ὅτι καὶ τῶν πεπορθηκότων αὐτοὺς κατεξαναστήσεται Θεὸς, εἰ ζῇν ἕλοιντο κατὰ νόμον, καὶ τῶν θείων ἐνταλμάτων αὐτοῦ γνήσιοι γενέσθαι φύλακες. Οὐκοῦν ἀφηγεῖται μὲν ὁ προφήτης. Ἔχει γε μὴν τὸ τῆς ὁράσεως ὕψος προσώπων ἐναλλαγάς. Ποτὲ μὲν γὰρ ὡς αὐτόπτης τῶν ἐσομένων, καὶ θεωρὸς ἤδη γεγονὼς, ἐξηγεῖται τὰ παραδειχθέντα αὐτῷ παρὰ Θεοῦ· ποτὲ δὲ καὶ τί συμβήσεται κατὰ καιροὺς προφητικῷ πνεύματι προαναφωνεῖ· εἰσκομίζει δὲ καὶ τὸ Βαβυλωνίων ἔσθ' ὅτε πρόσωπον κατοιμωζόντων ἑαυτοὺς ἐπὶ ταῖς οὕτω δειναῖς καὶ ἀδοκήτοις συμφοραῖς. Ὡς τεθεαμένος τοίνυν τὴν Περσῶν τε καὶ Μήδων, καὶ μὴν καὶ Ἐλαμιτῶν κατὰ τῆς Βαβυλῶνος ἐκστρατιὰν, οὕτω φησί· Καθιππεύσουσί τε καὶ διελεύσονται τὴν ἔρημον. Ὡσανεὶ καὶ ἀνέμων καταιγὶς δι' ἐρήμου διέλθοι. Τὴν κόνιν εἶναι ἀναστᾶσα, καὶ μονονουχὶ συγχέουσα τὸ πᾶν. Προσεπάγει δέ· Ὅτι φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἱκανὴ γὰρ λίαν, καὶ ψιλὴ καὶ μόνη τῶν πολεμίων ἡ θέα, καὶ τῶν μαχίμων ἡ ἀλκιμωτάτη πληθὺς κατ-