Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.485
Not analysed yet
εσκευασμένη πρὸς πόλεμον, σκληρὸν ἐμποιῆσαι δεῖμα τοῖς θεωμένοις. Ἀλλ' οὐ τεθεᾶσθαί φησι μόνον, ἀλλὰ γὰρ καὶ, Ἀνηγγέλη μοι, φησίν· ὁμοῦ γὰρ τῇ θέᾳ, καὶ τῶν πραγμάτων τὴν ἔκβασιν ἐδιδάσκετο, δῆλον δὲ ὅτι παρὰ Θεοῦ. Ὁ ἀθετῶν ἀθετεῖ, καὶ ὁ ἀνομῶν ἀνομεῖ. Ἀνεπίπληκτον, φησὶ, τῶν ἐπιόντων τὸ θράσος. Οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἀνάπτονται πρὸς τὸ ἥμερον· ἀλλ' οὐδέ τις τῶν ἐν αὐτοῖς διενθυμεῖταί τι τῶν ἡκόντων· ἀνομεῖ δὲ ἀκαθέκτως, καὶ ἀθετεῖ κατὰ τὸ αὐτῷ δοκοῦν, οὐ φειδοῦς ἐνούσης τινός· Οὐ γὰρ εἰς ἔλεον βλέπουσιν, ἀλλ' ἔργον αὐτοῖς τὸ ἐσπουδασμένον ἔσται, φησὶν, τὸ ἀνομεῖν τε καὶ ἀθετεῖν. Ἔφη τι τοιοῦτον καὶ διὰ φωνῆς τοῦ αὐτοῦ, πρὸς τοὺς τῆς Ἀσσυρίων οἰκήτορας· Ἰδοὺ ἐγὼ ἐπάγω ὑμῖν τοὺς Μήδους, οἳ οὐ λογίζονται ἀργύριον, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι. Θεοῦ γὰρ ὀργὴν τοῖς πλημμελοῦσιν ἐπάγοντος, οὐδὲν ἔσται τὸ ἐπικουρεῖν δυνάμενον. Θηριοπρεπὴς δὲ μᾶλλον τοῖς ἐθέλουσι καταδῃοῦν τοὺς ἐφ' οἷς ἂν τρέχοιεν, ἐνοικίζεται νοῦς. Ἐπ' ἐμοὶ οἱ Ἐλαμῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται. Νῦν στενάξω, καὶ παρακαλέσω ἐμαυτόν. Διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με, ὡς τὴν τίκτουσαν· ἠδίκησα τοῦ μὴ ἀκοῦσαι, ἐσπούδασα τοῦ μὴ βλέπειν. Ἡ καρδία μου πλανᾶται, καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον. Προσωποποιΐας ἔχει δύναμιν ὁ ἔν γε τουτοισὶ λόγος. Εἰσκομίζεται γὰρ ὁ Ἀσσύριος, καὶ δεδιὼς τὴν ἔφοδον, καὶ τῶν πολεμίων τὰς φάλαγγας οὐκ ἠγνοηκὼς, καὶ ἐπὶ τίνας αὐταῖς ὁ τοῦ πολέμου σκοπός. Οὐ γὰρ ἐφ' ἑτέρους τινὰς, ἀλλ' ἐμοὶ, φησὶν, οἱ Ἐλαμῖται, καὶ οἱ πανάριστοι τῶν Περσῶν ὡρμήκασι. Στενάξω δὴ οὖν καὶ παρακαλέσω ἐμαυτόν. Τοῖς γὰρ ἐν ἐσχάτῃ συμφορᾷ γεγονόσι δοκεῖ προσεῖναί τις παραμυθίας τρόπος, τὸ θρηνεῖν τε καὶ ὀλοφύρεσθαι. Ἐκθλίβεται γὰρ ἐξ ὀδύνης τὸ δάκρυον. Πρᾶγμα δὲ ξένον εἰ θρηνοῦσιν Ἀσσύριοι, σκληροὶ καὶ ἀγέρωχοι γεγονότες ἀεὶ, ἐξοφρυωμένοι τε ἅγαν κατὰ πάντων τῶν ἐθνῶν, καὶ οὐκ εὐάντητον ἔχειν οἰόμενοι τὴν ἀντίστασιν. Ἀλλ' οἱ θρασεῖς οὕτω καὶ φρονήμασι τοῖς ὑπὲρ ἄνθρωπον ἐξογκούμενοι, γυναικοπρεπὲς εἰσδέχονται τὸ δάκρυον, καὶ θρῆνον ἐφ' ἑαυτοῖς ἀρτύουσι, πρὸ τῆς τοῦ πολέμου πείρας κατακλώμενοι πρὸς ἀσθένειαν. Ἐνεπλήσθη γὰρ ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν. Ἀλλ' ὅτου δὴ χάριν τὰ τοιαῦτά σοι συμβήσεται, φησὶν, ὦ Ἀσσύριε; Φράσαις ἂν τῷ ἐρομένῳ· Ναὶ, φησίν· οἶδα γὰρ προσκεκρουκὼς διὰ πολλὴν ἁμαρτίαν τῷ πάντων κρατοῦντι Θεῷ. Ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. Κατὰ τοῦτο, φησὶν, ἐμαυτὸν ἠδίκησα, ὅτι μεμελέτηκα πολὺ τὸ δυσήκοον, καὶ σπουδῆς ἔργον ἐθέμην τὸ μὴ βλέπειν, τοῦτ' ἔστι, τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεός. Ἤκουον μὲν γὰρ τὴν Ἰουδαίων λατρείαν, εἷλον κατὰ κράτος τὴν ἁγίαν πόλιν, πεπόρθηκα τὸν νεών. Ἔσχον ἐκ παρακουσμάτων τὴν μετρίαν εἴδησιν τῶν ἐντεταλμένων τοῖς ἐξ Ἰσραήλ. Μᾶλλον δὲ καὶ ὁ προφήτης Ἰωνᾶς