Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.488
Not analysed yet
ἀπεστάλη παρὰ Θεοῦ κηρύσσων καὶ λέγων· «Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται·» καταδείσας δὲ παραχρῆμα τὴν ἀπειλὴν, μετενόησα μὲν, ἀλλ' ἠδίκησα πάλιν μὴ ἀκούσας, καὶ ἐν σπουδῇ τέθειταί μοι τὸ μὴ ὁρᾷν ἅπερ ἦν ὁρᾷν ἀναγκαῖον. Πεπλάνηται γὰρ ἡ καρδία μου. Καὶ ὑποβρύχιόν με πεποίηκεν ἡ ἁμαρτία, καταχωννῦσα τρόπον τινά. Ταύτῃ τοι καὶ ἡ ψυχή μου ἐφέστηκεν εἰς φόβον· γέγονα γὰρ ἐν δείμασι τοῖς τῶν ἐσχάτων. Αὗται τοίνυν φωναὶ τῶν Ἀσσυρίων εἶεν ἄν. Ἔθος γὰρ τοῖς ἁγίοις προφήταις προσωποποιεῖν τὰς φωνὰς, διὰ τὸ τοῖς ἀκροωμένοις χρήσιμον. Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε. Ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. Ἔφην ὅτι τῆς προφητείας ὁ λόγος εἰς πολλὰς ἔσθ' ὅτε προσώπων διαφορὰς εὖ μάλα διαποικίλλεται· δεῖ δὲ δὴ πάντως τοὺς, οἵπερ ἂν ἕλοιντο συνιέναι τε καὶ ἀπαγγέλλειν ὀρθῶς, ἐπιτηρεῖν ἀκριβῶς τὰ τοιάδε. Σαφὴς γὰρ ἂν οὕτω γένοιτο, καὶ οὐδὲν ἔχουσα τὸ ἄναντες εἰς δυσχερείαν τῶν λεγομένων ἡ γνῶσις. Εἰσκεκόμικε τοίνυν τὸ τῶν Ἀσσυρίων πρόσωπον κλαιόντων ἐφ' ἑαυτοῖς, καὶ συντεθραυσμένων μὲν εἰς δειλίας, ἀφόρητον δὲ τὸν ἐπί γε τοῖς μέλλουσιν ἔσεσθαι κακοῖς ὠδινόντων τὸ δεῖμα. Εἶτα μέμνηται τοῦ χρόνου, καθ' ὃν αὐτοὺς ἁλῶναί τε καὶ ταῖς ἀνηκέστοις συμφοραῖς περιπεσεῖν συμβήσεται· καὶ μὴν καὶ αὐτὴν καθίστησιν ἐναργῆ τῆς ἐπ' αὐτοῖς γεγενημένης [ὀργῆς] τὴν αἰτίαν. Γέγραφε γὰρ ὁ μακάριος Δανιὴλ, ὅτι «Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· χιλίοις κατέναντι τῶν χιλίων ὁ οἶνος.» Εἶτά φησιν, ὅτι καὶ τὰ ἐκ τῶν Ἱεροσολύμων ληφθέντα κατὰ καιροὺς ἅγια σκεύη προσκεκόμικεν ἀνοσίως, καὶ ἔπινον ἐν αὐτοῖς αὐτὸς καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιται αὐτοῦ. Τοῦτο δὲ ἦν ἕτερον οὐδὲν, πλὴν ὅτι μεγαλαυχεῖν κατὰ τῆς τοῦ Θεοῦ δόξης· κατεπαίρεσθαί τε τοῦ προεστηκότος τῶν ἐξ Ἰσραὴλ, ὡς κατὰ μηδένα τρόπον ὀνῆσαι δεδυνημένου τὸν ἴδιον λαόν. Πίνοντος τοίνυν τοῦ Βαλτάσαρ, καὶ μονονουχὶ γελῶντος τὰ σκεύη τὰ ἅγια· Ὤφθη, φησὶν, ἀστράγαλος χειρὸς, καὶ ἔγραφεν ἐν τῷ τοίχῳ, Μανῆ Θεκὲλ Φαρές· διερμηνεύων τὴν γραφὴν ὁ θεσπέσιος Δανιὴλ, ἔφη πρὸς τὸν Ἀσσύριον· Διέῤῥηξεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐμέρισεν αὐτὴν, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. Ταυτησὶ τῆς ἱστορίας, ὥς γε οἶμαι, διαμέμνηται νυνὶ, καί φησιν ὁ προφήτης ὡς πρός γε αὐτοὺς τοὺς ἄρχοντας, ἤτοι μεγιστᾶνας, καὶ μέν τοι τὸν Βαλτάσαρ· Ἑτοιμάσατε τράπεζαν, πίετε, φάγετε· ἀναστάντες οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς· σπαταλήσατε, φησὶν, ἐπὶ τραπέζαις ἀσώτοις· ἐν ἔθει δέ πώς ἐστιν ὁ λόγος· κατακορέσθητε πίνοντες ἀπλήστως. Καὶ τί μετὰ τοῦτο; Πόλεμοι διαδέξονται τὴν πανήγυριν, καὶ οὐκ εἰς μακρὰν τὸ παθεῖν· ἀλλ' ἐξ αὐτοῦ τοῦ πότου δραμεῖσθε πρὸς ὅπλα, καὶ ζητήσετε θυρεούς. Παγχάλεπον γὰρ ἀληθῶς τὸ κατεπαίρεσθαι Θεοῦ, καὶ καταθρασύνεσθαι δόξης, ἧς ἐπέκεινα τῶν ὄντων οὐδέν. Δέδοται μὲν γὰρ τοῖς Ἀσσυρίοις ὁ Ἰσραήλ· Θεοῦ τὸ χρῆναι