Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.509
Not analysed yet
σονται λαμπρὰν, ἀνακαλύψουσι δὲ τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαβὶδ, τοῦτ' ἔστι, τὸν πλοῦτον τῶν βασιλέων. Ἐβασίλευον γὰρ οἱ ἐκ φυλῆς Ἰούδα, ἐξ ἧς γέγονε καὶ ὁ μακάριος Δαβίδ. Καὶ ταυτὶ μὲν πρὸς ἱστορίαν εἰρήσθω πάλιν. Εἰ δὲ δὴ καὶ πολεμίων δίκην εἰσελάσειαν εἰς νοῦν τὸν ἀνθρώπινον ἢ λογισμῶν ἀσυνέτων στίφη, ἢ καὶ ἡδονῶν σαρκίνων· κατακρατοῦσι μὲν ὡς ἁλούσης πόλεως· ἅπαντα δὲ αὐτῆς τὸν πνευματικὸν ἀφανίζουσι πλοῦτον, εὐσεβείας ἁπάσης ἐκπέμποντες, καὶ τῶν ἐξ ἀρετῆς ἀπαμφιεννύντες αὐτὸν λαμπρῶν ἀνδραγαθημάτων. Ταύτῃτοί φησιν ἡ θεόπνευστος Γραφή· «Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπου σου μὴ ἀφῇς, ὅτι ἴαμα καταπαύσει ἁμαρτίας μεγάλας.» Ἀνακοπτόμενα μὲν γὰρ τὰ τοιάδε τῶν παθῶν, ἐπὶ τὸ μεῖον ἔρχεται, καὶ ὀνίνησιν ἡ νῆψις τοὺς κεχρημένους αὐτῇ. Ἀνειμέναις δὲ ὥσπερ καὶ ἀνεπιπλήκτοις ὁρμαῖς ἀεὶ πρὸς τὸ χεῖρον ἐξέρποντα, κατασείουσιν ἐκ βάθρων τοὺς νοητῶς νυστάζοντας. Καὶ ἴδοσαν ὅτι πλείους εἰσὶν, καὶ ὅτι ἀπέστρεψαν τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν, καὶ ὅτι καθεῖλον τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τοῦ τείχους τῇ πόλει. Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀνὰ μέσον τῶν δύο τειχῶν, ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε. Καταιτιᾶται πάλιν τῶν Ἰουδαίων τοὺς δήμους ἤγουν τοὺς προεστηκότας καὶ ταῖς ἀνωτάτω τιμαῖς κατηγλαϊσμένους, ὡς ἡμαρτηκότας μὲν λογισμοῦ τοῦ σώφρονος, πεπραχότας δὲ ἀσυνέτως οὐχ ὅπερ ἦν εἰκὸς διασώζειν δύνασθαι κινδυνεύουσαν τὴν Ἱερουσαλὴμ, ἀλλ' ὅσα τὴν ἐπισκήψασαν αὐτοῖς ὀργὴν ἀγριωτέραν ἐτίθει, καταθηγομένου τρόπον τινὰ καὶ ἔτι μειζόνως εἰς τὴν ἐπ' αὐτοῖς ἀγανάκτησιν τοῦ πάντων κρατοῦντος Θεοῦ, ἅτε δὴ παρεωραμένου, καὶ οὐδενὸς μὲν ἐπ' αὐτῷ πεποιθότος ἔτι· σπουδαῖς δὲ μᾶλλον καὶ ἀνθρωπίνοις ἐπιχειρήμασιν οἰομένων τῶν ἐξ Ἰσραὴλ κατευμεγεθήσειν δύνασθαι τῆς τῶν πολεμίων χειρός. Φασὶ γὰρ ὅτι ἀπαριθμησάμενοι τὰς τῆς πόλεως οἰκίας, εἶτα τὸ ἀπόθετον ὕδωρ ὡσεὶ στοχασμοῖς ἀναμετρησάμενοι, συνεῖδον ὅτι πλείους εἰσὶ, καὶ μετωχέτευσαν τῆς ἀρχαίας κολυμβήθρας τὸ ὕδωρ εἰς τὴν πόλιν, ἵνα ἔχοιεν ὡσπεροῦν ᾤοντο κατὰ σφᾶς αὐτοὺς τὸ ἀρκέσαι δυνάμενον, εἰ καὶ μακρότερος γένοιτό πως ὁ τῆς πολιορκίας καιρός. Καὶ προσέτι τούτῳ τὰς τῶν τειχῶν ὀχυρώσεις ἐποιοῦντο, φησὶ, τὰς τῆς πόλεως οἰκίας κατασείοντες. Καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπαρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ ἴδετε. Ἔδει γὰρ, ἔδει, φησὶ, μὴ ταῖς ἑαυτῶν δυνάμεσιν, ἤγουν εὐτυχίαις ἐπιθαρσῆσαι μᾶλλον, ἀνατεῖναι δὲ τῆς διανοίας τὸν ὀφθαλμὸν εἰς τὸν ἀεὶ τειχίσαντα τὴν ἁγίαν πόλιν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτῆς καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ, ὃ καὶ διὰ τῆς τοῦ προφήτου φωνῆς ἐπαγγέλλεται αὐτῇ, λέγων· Καὶ ἐγὼ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυ-