Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.512
Not analysed yet
κλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς· ἀλλ' οὐδενὸς μὲν ἠξιώσατε λόγου τὸ χρῆμα, φησὶ, παρεώρατε δὲ τὰ παρὰ Θεοῦ, καὶ τῆς ἄνωθεν ἐπικουρίας ὡς κατ' οὐδένα τρόπον δεδεημένοι, ταῖς ἐκ λίθων ἐπιβολαῖς ἀνοήτατα τεθαρσήκατε. Ἀλλ' ἦν ἄμεινον παρὰ πολὺ τὴν ἄμαχον ὑμᾶς ἐπικαλέσασθαι χεῖρα, καὶ ζητῆσαι λαβεῖν τὰ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν ὀνομάζειν αὐτὸν, οὕτω τε διακειμένους τὸ ἐπὶ ταῖς μεταγνώσεσι καταστάξαι δάκρυον. Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέα, καὶ πιεῖν οἶνον, λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε. Ἀληθὲς ὅτι κατὰ τὸ γεγραμμένον· «Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ·» τοῦτο πεπονθότας κατίδοι τις ἂν τοὺς ἐξ Ἰσραήλ. Ἐν δείμασι γὰρ γεγονότες τοῦ παντὸς κακοῦ, καὶ ἀπηρτημένον ἑαυτοῖς ὁρῶντες τὸν κίνδυνον τὸν ἀπό γε τῆς Ἀσσυρίων ὠμότητος, εἶτα δέον ταῖς σφῶν αὐτῶν ῥᾳθυμίαις ἐποιμώζοντας ἐκμειλίσσεσθαι Θεὸν, κομμόν τε καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων ποιεῖσθαι, καιροῦ πρὸς τοῦτο καλοῦντος, πρὸς πᾶν ἐτράποντο τοὐναντίον. Ἀπαυδήσαντες γὰρ ὥσπερ, καὶ οἷον εἰς ἅπαν ἀπηλγηκότες τρυφὰς ἐπετήδευον, καὶ τὰ εὐφροσύνης ἔργα πληροῦντες ἐσπούδαζον, μόσχους τε καὶ πρόβατα καταθύοντες, μεθυσκόμενοί τε καὶ ταῖς ὑπὲρ κόρον ἐνσπαταλῶντες τρυφαῖς, καὶ μὴν καὶ τὰ ἐξ ἀπογνώσεως καὶ φρενὸς ἀγρίας καὶ ἀτημελοῦς ἀλλήλοις ἐπιφθεγγόμενοι· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» ᾨήθησαν γὰρ κατὰ τὸ εἰκὸς, ὅτι καὶ ἀνήκοος ἔσται τῶν τοιούτων ὁ Θεός· Ἀλλ' ἔστιν ἀνακεκαλυμμένα ταῦτα, φησὶν, ἐν τοῖς ὠσὶν αὐτοῦ· καὶ οὐκ ἂν ὑμῖν ἀφεθείη ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε, τοῦτ' ἔστι, κατοιχήσεσθε πάντως εἰς θάνατον καὶ φθορὰν, καὶ διὰ ταύτην ὑμῖν τὴν ἁμαρτίαν. Χρὴ τοίνυν ἡμᾶς ἐν ἡμέραις ὀργῆς, ἤγουν τοῖς ἐκ τῶν πειρασμῶν περιθραυομένους δείμασι, μὴ ὑπτιοῦσθαι πρὸς ῥᾳθυμίαν, πενθεῖν δὲ μᾶλλον καὶ προσιέναι δεδακρυμένους τῷ φιλαγάθῳ Θεῷ, καὶ τοῖς ἐκ νηστείας πόνοις ἑαυτοὺς καταικίζοντας ἐλεεῖσθαι ζητεῖν, ἐκεῖνο βοῶντας διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Ἐπειδὴ δέ φησιν ὁ προφήτης ἐν τούτοις, ὅτι Ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, δεῖν ᾠήθην τὰς τοῦ Μηχαίου φωνὰς, μᾶλλον δὲ τὰς διὰ τοῦ προφήτου παρὰ Θεοῦ γενομένας ἐνυφῆναι τοῖς λόγοις. Γέγραπται δὲ οὕτως· «Καὶ νῦν λέγει Κύριος ὁ Θεὸς ἡμῶν· Ἐπιστράφητε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ ἐν κλαυθμῷ καὶ ἐν κοπετῷ, καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπι-