Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.533
Not analysed yet
οὐκ αὐτοῖς ἔτι μόνοις ὁ ἐκ τῆς ἐμπορίας συγκομίζεται μισθός· ἀλλὰ γὰρ καὶ ἅγιον ἔσται τῷ Κυρίῳ, τοῦτ' ἔστιν, εἰς ἀνάθημα καὶ καρποφορίαν, ὥστε καὶ φαγεῖν καὶ πιεῖν ἔναντι Κυρίου. Πάλαι μὲν γὰρ τοὺς τῶν εἰδώλων καταλαμβάνοντες σηκοὺς, καὶ τὰ τῶν δαιμονίων τεμένη προσεκόμιζον μὲν θυσίας, πανηγύρεις δὲ τὰς ἐπ' αὐτοῖς ἐπετέλουν, εἰς τιμὴν καὶ δόξαν τῶν ἰδίων σκευασμάτων· ἐπλανῶντο γὰρ ἔτι. Ἐπειδὴ δὲ, ὡς ἔφην, ἐγνώκασι τὸν Θεὸν τὸν ἀληθινὸν, ἅγιον μὲν τῷ Κυρίῳ γέγονεν ὁ τῆς ἐμπορίας μισθὸς, ἐσθίουσι δὲ καὶ πίνουσιν εἰς μνημόσυνον ἔναντι Κυρίου, Θεῷ δηλονότι τὰ ἐφ' οἷς ἂν εὖ πράττοιεν ἀνατιθέντες χαριστήρια. Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς οἰκοῦντας ἐν αὐτῇ. Φθάσας ἔφην ὅτι πεπόρθηται μὲν ἡ Ἱερουσαλὴμ, συγκατεδῃώθησαν δὲ αὐτῇ καὶ αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις. Τά γε μὴν κύκλῳ καὶ περίοικα τῶν ἐθνῶν ἐπεμειδίων κειμένῃ, καὶ μονονουχὶ κατασείοντες ἐπ' αὐτῇ τὰς κεφαλὰς πλατὺ γελῶντες ἔφασκον, τῆς Ἀσσυρίων χειρὸς ἡττᾶσθαι Θεόν· καθάπερ ἀμέλει καὶ ὁ Ῥαψάκης Περσικῆς ἀλαζονείας ἀνάμεστος ὢν, τοῖς ἐν τῷ τείχει καθεζομένοις ἔφασκεν· «Μὴ ἀπατάτω ὑμᾶς Ἐζεχίας λέγων, ὅτι ῥύσεται ὁ Θεὸς τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Οὐκοῦν ἐπειδήπερ ὁμοῦ τοῖς ἐκ Βαβυλῶνος καὶ τὰ ἕτερα τῶν ἐθνῶν τὴν τοῦ Θεοῦ δόξαν κατακερτομοῦντες ἔφασκον, οὐ δεδυνῆσθαι σώζειν αὐτοὺς τὸν πάλαι προεστηκότα, ταύτῃ τοι καὶ σφόδρα εἰκότως καὶ τῶν πεπλημμελημένων καὶ τῆς εἰς τοῦτο δυσσεβοῦς ἀθυροστομίας πραττόμενοι δίκας, δέδονται καὶ αὐτοὶ τοῖς Βαβυλωνίοις εἰς ἐρήμωσιν. Καὶ τὴν ἐφ' ἑκάστῳ τῶν ἐθνῶν ὅρασιν ὁ τῆς προφητείας ἡμῖν ἀφηγήσατο λόγος. Ὑποπεπτώκασι γὰρ τοῖς ἐκ θείας ὀργῆς κινήμασιν, ἀλλόφυλοί τε καὶ Μωαβῖται, Δαμασκηνοί τε καὶ Αἰγύπτιοι, καὶ μὴν καὶ οἱ ἐκ τῆς ἐρήμου, Ἀζώτιοί τε καὶ Ἰδουμαῖοι, Τύρος τε πρὸς τούτοις, τελευταία τε καὶ ἡ Βαβυλὼν, καὶ ἅπασα δὲ τῶν Χαλδαίων ἡ γῆ, καθ' ὁμοιότητα τῶν ἄλλων ἠρήμωται, Κύρου τοῦ Καμβύσου καὶ Μανδάνης υἱοῦ κατεξανιστάντος αὐτῆς Ἀσσυρίους τε καὶ Μήδους. Ἀφηγησάμενος τοίνυν ὁ μακάριος προφήτης τὰ ἑκάστῳ τῶν ὠνομασμένων ἐθνῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένα, διὰ τῶν προκειμένων, μονονουχὶ τοῦ παντὸς λόγου ποιεῖται τὴν ἀνακεφαλαίωσιν, καὶ οἰκουμενικὴν ὀνομάζει φθορὰν τὴν κατὰ πολλῶν ἐθνῶν γενομένην. Ταύτῃ τοί φησιν· Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Οὐ γάρ τοι μία καὶ δύο πεπτώκασι πόλεις, κατεφθάρησαν δὲ χῶραί τε καὶ ἔθνη κατά γε τοὺς ἤδη προειρημένους τρόπους. Καταφθερεῖ τοίνυν καὶ ἐρημώσει, φησὶ, τὴν οἰκουμένην, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς. Ἕως μὲν γὰρ ἀνεξικακεῖ καὶ ἀναβάλλεται τὰς δίκας ὁ τῶν ὅλων Θεὸς, διαλανθάνει πως καὶ ὁ τῶν ἀσεβῶν βίος, καὶ οἱονεὶ κέκρυπται τῆς ἑκάστου ζωῆς τὸ πρόσωπον, ἤγουν ἡ ἐμφάνεια. Ἐπάγοντος δὲ τὴν ὀργὴν καὶ τὴν ἑκάστῳ πρέπουσάν τε