Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.536.1
Not analysed yet
καὶ ὀφειλομένην ἐπιτιθέντος κόλασιν ἀπογυμνοῦται τῶν κολαζομένων τὸ πρόσωπον. Ὁποῖοι γάρ τινές εἰσι καὶ γεγόνασιν, ὁ τῆς τιμωρίας διαδείκνυσι τρόπος, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἀποδώσει Θεὸς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Χρῆναι δὲ οἶμαι κἀκεῖνο εἰπεῖν. Ἐπειδὴ γὰρ οἰκουμένην ὁ προφήτης ὠνόμασεν, ἔφη τε αὐτὴν καταφθαρήσεσθαι· καὶ μὴν καὶ εἰς ἐρημίαν ἐλθεῖν, βούλονταί τινες, ὡς ἐκ μερικῆς ἀγανακτήσεως ἐπὶ τὴν καθ' ὅλου καὶ κατὰ πάντων μεταφοιτῆσαι τῷ προφήτῃ τὸν λόγον· καὶ δὴ καί φασιν ὅτι τὰ συμβησόμενα τῷ κόσμῳ, καὶ κατὰ τὸν τῆς συντελείας καιρὸν προαφηγεῖται σαφῶς. Χρὴ τοίνυν ἡμᾶς καὶ ταῖς ἐκείνων ἐννοίαις ἕπεσθαι δεῖν ἑλομένους διττὴν ποιεῖσθαι τὴν ἐφ' ἑκάστῳ τῶν λεγομένων τὴν ἀφήγησιν. Καταφθαρήσεσθαι τοίνυν τὴν οἰκουμένην φησὶ καὶ ἐρημωθήσεσθαι, καὶ τὸ πρόσωπον αὐτῆς ἀποκαλυφθήσεσθαι, φανερουμένων δηλονότι τῶν ἑκάστῳ πεπραγμένων εἴτε ἀγαθῶν εἴτε φαύλων, διασπερεῖ δὲ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, καὶ εἰ μὲν ἐπὶ τῶν ἐθνῶν φέροιτο τῆς ἐννοίας ἡ δύναμις νοήσεις ὅτι τῶν ὠνομασμένων χωρῶν εἰς ἐρημίαν ἐνηνεγμένων, οἱ ἐνοικοῦντες ἐν αὐταῖς, οἱ μὲν διεσπάρησαν, οἱ δὲ καὶ αἰχμάλωτοι γεγονότες τοῖς ἑλοῦσι δεδουλεύκασι, καὶ τὴν ἐνεγκοῦσαν ἀφέντες, μετακεχωρήκασιν εἰς ἑτέρας. Εἰ δὲ ἐπὶ τῆς καθ' ὅλου κρίσεως, τὸ διασπαρήσεσθαι τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ κατασημαίνειεν ἂν τὸ διαιρεθήσεσθαι, καὶ τοῦτο διδάξει σαφῶς ὁ Σωτὴρ λέγων, ὅτι «Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου τῆς δόξης αὐτοῦ, στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.» Οὐκοῦν ἀντὶ τοῦ διελεῖν, ἤτοι ἀπομεριεῖν τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, τὸ διασπερεῖ τέθεικεν ἐν αὐτοῖς. Καὶ ἔσται ὁ λαὸς ὡς ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ Κύριος, καὶ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, καὶ ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων, ὡς ᾧ ὀφείλει. Φθορᾷ καταφθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ, τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Κρατούσης εἰρήνης, πᾶσά πως ἀνάγκη καὶ τοῖς καθήκουσι νόμοις, θείοις τε καὶ ἀνθρωπίνοις διοικεῖσθαι καὶ πόλεις καὶ χώρας, καὶ ἀξιωμάτων καὶ ὑπεροχῆς σώζεσθαι τάξεις, ἐῤῥῶσθαί τε καὶ πλουτοῦσι τὸ πλουτεῖν, καὶ τοῖς ἐλευθέροις τὴν ἐλευθερίαν. Εἰ δὲ κατασκήψειαν αἱ τῶν πολεμίων φάλαγγες, καὶ βαρβαρικῆς ὠμότητος ἔργον μένηται πόλις, ἢ χώρα τυχὸν φυρμὸς ἔσται πραγμάτων, καὶ οὐδὲν ἐν τάξει λοιπόν. Φρουδὴ μὲν γὰρ ἱερέων τιμὴ, ἐν ἴσῃ δὲ τάξει παῖς καὶ κύριος, θεράπαινα καὶ κυρία, ὁ ἀγοράζων καὶ ὁ πωλῶν, ὁ δανείζων καὶ ὁ δανειζόμενος, ὁ ὀφείλων καὶ ᾧ ὀφείλει· σημαίνεται δὲ διὰ τούτων ὁ πλούσιος καὶ ὁ πένης. Χωρεῖ γὰρ ἐν ἴσῳ τρόπῳ κατὰ πάντων ἡ φθορὰ, καὶ ἡ προνομὴ, τοῦτ' ἔστιν, ἡ διαρπαγὴ καὶ ἡ προνόμευσις. Κατασφραγίζει δὲ πρὸς ἀλήθειαν ὁ προφήτης τὸ εἰρημένον ἐπενεγκών· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ὅτι δὲ καὶ ἐπὶ τοῦ θείου βήματος ἀπροσωπόληπτόν ἐστι τὸ κρίμα, τίς ὁ μὴ φάναι τολμῶν; Οὐ γὰρ ἀξιωμάτων ὑπεροχὴ διασώζει τινὰς, εἰ μὴ τῆς ἐννόμου πολιτείας ἀγαθοὺς ἔχοι καρπούς· ὀνίνησι δὲ κατ' οὐδένα τρόπον ὁ πλοῦτος τοὺς ἐσχηκότας αὐτὸν, ἀλλ' ἐν ἴσῳ καὶ ἐν τῇ τοιᾷδε τάξει παραστησόμεθα πάντες τῷ κριτῇ, κἂν εἴτε μικρὸς