Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.537
Not analysed yet
καὶ μέγας, πλούσιός τε καὶ πένης. Οὐδὲ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Τοιοῦτόν τι καὶ ἐν τῷ Ἰὼβ γέγραπται· «Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων οὐ δέδοικε τὸν κύριον αὐτοῦ.» Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· ἡ δὲ γῆ ἠνόμησεν διὰ τοὺς κατοικοῦντας αὐτήν. Στυγνὸν ἀεί πως ἐστὶ τοῖς πενθοῦσι τὸ σχῆμα, καὶ κατηφείας μεστοὶ οἱ ὀφθαλμοί τε καὶ παρειαὶ, καὶ κατωχριῶν τὸ μέτωπον· πυρὸς γὰρ δίκην τὴν τοῦ ἀνθρώπου καταφλέγει καρδίαν ἡ ἐπί γε τοῖς τεθνεῶσι λύπη. Τοιοῦτόν τι παθοῦσαν ἔστι καὶ πόλιν ἰδεῖν ἤτοι γῆν τε καὶ χώραν κατειλημμένην ὑπὸ βαρβάρων· στυγνὰ γὰρ τὰ πάντα γίνεται, δαπανηθέντων μὲν ξίφεσι τῶν ἐν αὐταῖς, ἐμπεπρησμένων δὲ οἴκων, καὶ τὰ ἐκ τοῦ πολέμου πεπονθότων βλάβη. Οὕτω νοήσεις πενθῆσαι τὴν γῆν, ἧς τὰ τοιάδε παθούσης παθεῖν ἀναγκαῖον καὶ τοὺς ὑψηλοὺς ἐν αὐτῇ, τοῦτ' ἔστι, τοὺς περιφανεστέρους. Οὐ γὰρ δὴ μάλιστα, καὶ τιμῆς καὶ πλούτου καὶ τῶν ἄλλων ἐστερημένοι, τῶν ὅσα φιλεῖ τοῖς ἐνδόξοις ἀκολουθεῖν, φορτικωτέραν ἔχουσι τὴν ἐν τοῖς πεπονθόσι λύπην, ἀνομῆσαι δὲ φησὶ τὴν γῆν διὰ τοὺς κατοικοῦντας αὐτήν. Ὀνομάζεται γὰρ, καὶ πόλις ἄνομος, καὶ μέντοι καὶ χώρα πλειστάκις, καίτοι τῆς ἀναισθήτου γῆς οὐκ εἰδυίας τὸ ἀνομεῖν, ἀπὸ δέ γε τῆς τῶν οἰκούντων φαυλότητος ταύτην λαβοῦσαι τὴν κρίσιν. Ἐκλέξῃ δὲ πάλιν καὶ γενικῶς τὸν λόγον. Εἰ γὰρ καθά φησί τις τῶν ἁγίων μαθητῶν, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται πάντα, κατὰ τὸν τῆς συντελείας καιρὸν, στυγνὸν ἔσται τὸ τῆς γῆς πρόσωπον, καὶ τοῖς ἐν πένθει προσεοικός. Ὡς δὲ ἄνομος γῆ, τοῦτ' ἔστιν, τοῖς ἀνόμοις ὑπηρετήσασα καταπίμπραται. Καινοὺς γὰρ οὐρανοὺς καὶ τὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν, κατὰ τὸ γεγραμμένον, γράφει δὲ καὶ ὁ Παῦλος, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Διότι παρέβησαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον, διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτησαν οἱ κατοικοῦντες αὐτήν. Ἀνανήφει πάλιν εἰς τὸ ἀκριβὲς τῆς προφητείας ὁ λόγος. Ἵνα γὰρ μή τινες οἴωνται τὰς δίκας ἐπάγειν ἀναιτίως τισὶ τὸν τῶν ὅλων Θεὸν τοῖς ἐξ ὀργῆς κινήμασι συνάπτουσι τὰς αἰτίας, καὶ τὰ τῶν κολαζομένων ἐγκλήματα διαγγέλλουσι σαφῶς. Πενθήσει τοίνυν ἡ γῆ, διὰ ποίαν αἰτίαν; Διότι παρέβησαν τὸν νόμον καὶ παρέλυσαν διαθήκην αἰώνιον. Ταύτῃ τοί φησι· Καὶ ἐπάρατος ἔσται ἡ γῆ. Πεπλημμελήκασι γὰρ οἱ κατοικοῦντες αὐτήν. Ἔοικε δὲ πάλιν ὁ προφήτης, ἐπειδὴ ταῖς ἄλλαις πόλεσιν ὁμοῦ ἤτοι χώραις καὶ ἡ τῶν Ἰουδαίων ἐξῄτησε δίκας, πεπόρθηται γὰρ, ὡς ἔφην, τὰ τῶν ὑπὸ νόμον πλημμελήματα παρακομίζει εἰς μέσον· Παρέβησαν γὰρ τὸν νόμον, φησὶ, λόγου μὲν αὐτὸν ἀξιοῦντες οὐδενὸς οἱ ἐξ Ἰσραὴλ, εἰς ἑτέραν δὲ ὥσπερ τραπόμενοι τρί-