Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.540
Not analysed yet
βον, καὶ προσέχοντες διδασκαλίαις ἐντάλμασιν ἀνθρώπων, ἐπειδή γε τὸν καθ' ὅλου λόγον τὴν τῶν ἐννοιῶν ἀπόδοσιν ἀποφέροντες φαμὲν, ὅτι δεδημιούργηκεν ἐν ἀρχαῖς τὸν ἄνθρωπον ὁ τῶν ὅλων Θεὸς, ἐνεχάραξε δὲ φυσικὸν αὐτῷ νόμον, παιδαγωγοῦντα πρὸς εἴδησιν κακοῦ τε καὶ ἀγαθοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ διὰ τῆς Ἰωάννου φωνῆς εἰρημένον περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· ὅτι «Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.» Τοῦτό τοι καὶ ἐν ἐσχάτοις καιροῖς, κατά γε φημὶ τοὺς τῆς ἐπιδημίας, γενέσθαι νοοῦμεν· γέγραπται γὰρ, ὅτι «Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὰς καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.» Τοῦτο τοίνυν τὸν ἐμφύτως ἡμᾶς πηδαλιουχοῦντα νόμον πρὸς εἴδησιν ἀγαθοῦ καὶ κακοῦ παρέβησαν οἱ ἐπὶ τῆς γῆς, καὶ ἤλλαξαν τὰ προστάγματα. Ἐκτισμένοι γὰρ ἐπὶ ἔργοις ἀγαθοῖς, ἐτράποντο πρὸς φιλοσαρκίας καὶ φρόνημα τὸ ἐπίγειον. Ταύτῃ τοι καὶ ἐπάρατος ἡ γῆ γέγονεν. Προσκεκρούκασι γὰρ τῷ Δημιουργῷ διὰ πλείστων ὅσων πλημμελημάτων οἱ κατοικοῦντες αὐτήν. Διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. Ἐπειδὴ γὰρ, φησὶν, ἐπάρατος γέγονεν ἡ γῆ, διά τοι τὸ πλείστην ὅσην ἐν αὐτῇ γενέσθαι τὴν ἀνομίαν, ταύτῃ τοι καὶ ἀδοκήτῳ πτωχείᾳ πεφορτισμένοι, διασωθήσονται μόλις· καταλειφθήσονται γὰρ βραχεῖς τε καὶ εὐαρίθμητοι. Καὶ ταυτὶ μὲν τόγε ἧκον εἰς τὸ γράμμα, καὶ τὸ τῆς ἱστορίας ἐξωφανές. Πρὸς διάνοιαν δὲ τὴν ἐσωτάτω πάλιν ἐκεῖνό φαμεν, ὅτι πάντη τε καὶ πάντως οἱ ἐπὶ τοῦ θείου βήματος ἐπὶ πολλοῖς ἄγαν πλημμελήμασι καταγνωσθησόμενοι πτωχοὶ πάντως ἔσονται, καὶ ἐν ἐνδείᾳ τῶν ἄνωθεν ἀγαθῶν, καὶ γυμνοὶ τῆς ἐλπίδος τῆς τοῖς ἁγίοις ηὐτρεπισμένης· κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ καταλειφθήσονται ὀλίγοι, τοῦτ' ἔστιν, οἱ διὰ δικαιοσύνης εὐαρεστήσαντες τῷ Θεῷ, καὶ πλοῦτον ἔχοντες τὸν ἐξ ἀγαθῶν ἀνδραγαθημάτων· εὐαρίθμητοι δὲ οὗτοι κατά γε τὴν τοῦ Σωτῆρος φωνὴν, ὅτι «Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσι πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν· πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν· πέπαυται φωνὴ κιθάρας, ᾐσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. Ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῆ· πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. Ἐπῃτιᾶτο πλειστάκις ὁ τῶν ὅλων Θεὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἀφόρητα μὲν πεπλημμεληκότας, ὅτι δὲ κολασθήσονται ταύτῃ τοι προεγνωκότας μὴ μὴν ἑλομένους ἀποκρούεσθαι τὴν ὀργὴν τοῖς μετεγνωκόσι πόνοις. Ἔφη γὰρ ὅτι Καὶ ἐκάλεσε Κύριος Σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν, καὶ κοπετὸν, καὶ ξύρησιν, καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο