Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.541
Not analysed yet
εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε καὶ φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες· «Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.» Καὶ μὴν δι' ἑτέρου προφήτου, φησίν· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐν ταῖς στρωμναῖς αὐτῶν. Οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲν ἐπὶ τῇ συντριβῇ Ἰωσήφ.» Οὐκοῦν εἰς πολλὴν ἄγαν ἐξιτηλίαν ἀπονενευκότες ἐτρύφων οὐκ ἐν καιρῷ, καίτοι δέον ἀσχέτοις δακρύοις καταβρέχειν τὴν παρειὰν, καὶ ἀμνηστείαν αἰτεῖν τῶν ἡμαρτημένων, ἐπενήνεκται δικαίως αὐτοῖς τὰ ἐκ τοῦ πολέμου βλάβη· καὶ οἱ πάλαι τρυφῶντες παρ' ἐλπίδα περιπεπτώκασι συμφοραῖς. Πεπένθηκεν ἡ ἄμπελος, καὶ οὐκ αὐτὸ τὸ φυτὸν, ἀλλ' οἱ τὸν ἐξ αὐτοῦ πίνοντες καρπὸν, οἱ πάλαι, φησὶν, εὐφραινόμενοι τὴν ψυχὴν κατοιμώξουσι, καὶ ὀλολυγὴ μᾶλλον αὐτοῖς ἔσται τὸ ἐπιτήδευμα. Πέπαυται γὰρ εὐφροσύνη τυμπάνων, πέπαυται αὐθάδεια καὶ πλοῦτος ἀσεβῶν. Αὐθάδειαν δέ φησι τὴν ὑπεράγαν ὀφρὺν, ἤτοι τὴν ἀλαζονείαν. Καταλήγει δὲ καὶ τὰ ἐκ τοῦ πλούτου φησὶ, καὶ φωνὴ κιθάρας, καὶ πικρὸν τὸ σίκερα τοῖς τρυφῶσι ποτὲ, ἔρημοί τε πόλεις καὶ οἶκοι γεγόνασι. Πέπαυται γὰρ πᾶσα εὐφροσύνη τῆς γῆς, εἰ δὲ δὴ καὶ ἐπ' αὐτῆς διαλογίζοιτό τις τοῦ αἰῶνος συντελείας, καθ' ἣν ὁ τῆς κρίσεως ἔσται καιρὸς, ἐρεῖ δὴ πάλιν· ὅτι παρελάσει πᾶσα τῶν ἐν κόσμῳ τρυφὴ, καὶ στεναγμὸς ἔσται μᾶλλον καὶ βρυγμὸς ὀδόντων τῶν εἰς ᾅδου κατοιχησομένων· καὶ ὠφελήσει μὲν ὁ πλοῦτος οὐδὲν τοὺς ἐσχηκότας αὐτὸν, ἀργήσει δὲ πᾶσα τρυφὴ, καὶ πεπαύσεται τὰ σωματικὰ, μᾶλλον δὲ καὶ εἰς πικρὸν τοῖς φιλαμαρτήμοσι ἐκβήσεται τέλος, ἡ τριπόθητος αὐτοῖς φιλοσαρκία ποτέ. Ἀποτίσουσι γὰρ λόγος τῷ πάντων κριτῇ· ὡς γὰρ ὁ σοφώτατος γράφει Παῦλος, τοὺς πάντας ἡμᾶς δεῖ φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν εἴτε ἀγαθὸν, εἴτε φαῦλον. Ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτω καλαμηθήσονται αὐτούς· καὶ ἐὰν παύσῃ ὁ τρυγητὸς, οὗτοι φωνῇ βοήσονται. Δείκνυσι πάλιν ὡς ἐκ τῶν ἐν ὄψει καὶ ἐμφανεστάτων παραδειγμάτων τῆς τῶν πολεμίων δυστροπίας τὸ ἀπηνὲς φειδομένων οὐδενὸς, οὔτε μὴν ἀνασχομένων ἄμοιρον τῆς ἐνούσης αὐτοῖς ὠμότητος διαφεῖναι τινά. Ἀκριβεῖ γὰρ ὀφθαλμῷ κατασκέπτονται τὸ φυτὸν, οἱ τὸν ἐκ τῶν ἐλαιῶν ζητοῦντες καρπόν· καὶ εἴ που τι πέσοι, τριποθήτως ἁρπάζουσι, καὶ μέχρι μιᾶς συλλέγουσιν· οὕτω, φησὶν, αὐτοὺς καλαμήσονται, πανωλεθρίᾳ καταφθείροντες οἱ πολέμιοι, κἂν ὁ τρυγητὸς παύσηται, οὗτοι φωνῇ βοήσονται. Ὡς ἐξ ἔθους δὲ πάλιν τοῦ πράττεσθαι πεφυκότος ἐπὶ ταῖς τοῦ τρυγητοῦ συντελείαις δέχεται καὶ τοῦτο. Οἱ γάρ τοι τρυγῶντες ὅταν εἰς τοῦτο καταλήξειαν πόνων, χαίροντες ἀλαλάζουσι, καὶ ἄγροικόν τινα συνθέντες ᾠδὴν, ἀποφέρονται τῶν χωρίων. Ὅταν τοίνυν, φησὶν, ἅπαν-