Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.561
Not analysed yet
κλειάν τε ὁμοῦ καὶ δυναστείαν ἀνειμμένοι τὴν κλεῖδα τῆς γνώσεως ἔλαβον. Καὶ οὔτε αὐτοὶ πεπιστεύκασιν, οὔτε μὴν ἑτέρους συγκεχωρήκασι τοῦτο δρᾷν· παραδέδονται δὲ τοῖς μὲν ἐν νόμῳ καθηγηταῖς οἱ ὑπὸ χεῖρα λαοὶ, τοῖς γε μὴν ἀκαθάρτοις δαίμοσιν οἱ πλανώμενοι, Θεοῦ παθεῖν αὐτοὺς τὴν παράδοσιν ἐπιτρέψαντος, καθάπερ ἀμέλει καὶ εἰς ἀδόκιμον νοῦν παραδίδονταί τινες ἀναξίους ἑαυτοὺς ἀποφήναντες τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας. Καὶ ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὔτη ἐπὶ πάντα τὰ ἔθνη. Προειρηκὼς ὅτι βασιλεύσει Κύριος ἐν Σιὼν καὶ ἐν Ἱερουσαλὴμ, ὡς ἐξ ὁμοιότητος τῶν ἐν αἰσθήσει καὶ ὁρατῶν πραγμάτων μυστικὴν ἐξυφαίνει διάνοιαν· ὑψηλὴ γὰρ καὶ σκοπευτήριον ἡ Σιὼν, ὅρασις μὲν γὰρ εἰρήνης Ἱερουσαλὴμ ἑρμηνεύεται. Ἀμφότερα δέ ἐστι ταῦτα κατὰ ἀλήθειαν, ἡ Ἐκκλησία Χριστοῦ· ὑψηλὴ γὰρ καὶ περίοπτος, καὶ οἷον ἐν ὄρει κειμένη. Καὶ καθ' ἕτερον δὲ τρόπον ὑψηλὴ νοεῖται πρὸς ἡμῶν, χθαμαλὸν γὰρ οὐδὲν ἐν αὐτῇ, καὶ τῶν γηΐνων πραγμάτων ἀνῴκισται λίαν. Γέγραπται γὰρ ὅτι «Τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.» Ὑψηλὰ δὲ ὁμοίως καὶ τὰ ἐν αὐτῇ θεῖά τε καὶ ἀληθῆ δόγματα. Περὶ Θεοῦ γὰρ ὁ λόγος, ἤτοι περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος ἰσχνὸς καὶ ἀπεξεσμένος καὶ εἰς μόνην τετραμμένος τὴν ἀλήθειαν. Ὁρᾶται δὲ πάλιν ἐν αὐτῇ ὁ Χριστὸς ὅς ἐστιν εἰρήνη. Ποιήσει τοίνυν, φησὶ, Κύριος Σαβαὼθ, καὶ οὔτι που μόνοις τοῖς ἐξ Ἰσραὴλ, ὡς ἀγαπητοῖς διὰ τοὺς πατέρας καὶ ἐξειλεγμένοις, ἀλλὰ γὰρ πᾶσι τοῖς ἔθνεσι, τουτέστι, τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανόν. Ποιήσει δὲ τί; Πίονται, φησὶν, εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρῳ ἐν τῷ ὄρει τούτῳ. Ἔοικε δὲ διὰ μὲν τῆς εὐφροσύνης ὑποδηλοῦν τὸ ἱλαρὸν ἐν ἐλπίδι, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ· συμβασιλεύομεν γὰρ αὐτῷ, καὶ τὰ ὑπὲρ νοῦν καὶ λόγον ἀποκερδαίνοντες ἁπάσης εἴσω θυμηδίας ἐσόμεθα. Διὰ δέ γε τοῦ οἴνου, τὴν μυστικὴν εὐλογίαν ὑποδηλοῦν, καὶ τῆς ἀναιμάκτου θυσίας τὸν τρόπον, ἣν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ἀποπληροῦν εἰθίσμεθα. Τὸ δέ γε μῦρον ἡμῖν κατασημήνειεν εὖ μάλα τὴν τοῦ ἁγίου Πνεύματος χρίσιν. Γράφει γὰρ ὁ σοφὸς Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ἔχετε ὑπὸ τοῦ Ἁγίου· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Καταχριόμεθα γὰρ μύρῳ κατὰ τὸν καιρὸν μάλιστα τοῦ ἁγίου βαπτίσματος, σύμβολον τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος τὸ χρίσμα ποιούμενοι. Ἀλλὰ ταυτὶ δὴ πάντα, φησὶ, παράδος τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ὁ μὲν γὰρ πάλαι νόμος, καὶ ἡ κατ' αὐτὸν λατρεία διακονηθεῖσα δι' ἀγγέλων οὐ πᾶσιν ἁπλῶς ἐδόθη τοῖς ἔθνεσιν· ἀλλ' ἑνὶ καὶ μόνῳ τῷ ἐξ αἵματος Ἰσραήλ, Ἡ δὲ ἐν Χριστῷ χάρις, καὶ ἡ διὰ πίστεως κλῆσις, ἁγιασμός τε πρὸς τούτοις ὁ διὰ τοῦ Πνεύματος, καὶ αὐτὸ δὲ τὸ μυστήριον διὰ βουλῆς τοῦ