Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.564
Not analysed yet
Θεοῦ καὶ Πατρὸς ἐπὶ πάντα γέγονε τὰ ἔθνη. Χριστὸς γάρ ἐστιν ἡ τῶν ἐθνῶν προσδοκία, κατὰ τὴν τοῦ Ἁγίου φωνήν. Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπὶ καιροῦ σφόδρα καὶ ἀναγκαίως τῇ τοῦ μυστηρίου παραδόσει, καὶ ὁ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν συνεισκεκόμισται λόγος. Ταύτῃ τοι καὶ ἐν καιρῷ τοῦ ἁγίου βαπτίσματος τῆς πίστεως ποιούμενοι τὴν ὁμολογίαν, καὶ τῆς σαρκὸς τὴν ἀνάστασιν προσδοκῶμεν ἔσεσθαι, καὶ οὕτω πιστεύομεν. Ὁ τοίνυν θάνατος κατίσχυσε μὲν τοῦ προπάτορος ἡμῶν Ἀδὰμ διὰ τὴν παράβασιν, καὶ ὥσπερ τι θηρίον ὠμόν τε καὶ ἀπηνὲς ἐπιπηδῆσαν ἥρπασε. Θρῆνοί τε λοιπὸν ἐντεῦθεν, καὶ οἰμωγαὶ, καὶ δάκρυον, καὶ τὸ ἐπὶ τοῖς τεθνεῶσι πένθος, κεκρατήκασι τῶν ἐπὶ τῆς γῆς. Πέπαυταί γε μὴν ἐν Χριστῷ. Τριήμερος γὰρ ἀνεβίω πατήσας τὸν θάνατον, καὶ ὁδὸς γεγονὼς τῇ ἀνθρωπίνῃ φύσει πρὸς τὸ διακρούσασθαι δεῖν τὴν φθοράν. Γέγονε γὰρ πρωτότοκος τῶν νεκρῶν, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων. Ἕψεται δὲ πάντως τῇ ἀπαρχῇ, καὶ πρώτῳ τὸ μετ' αὐτὴν, τοῦτ' ἔστιν, ἡμεῖς. Ἐστράφη τοίνυν τὸ πάθος εἰς χαρὰν, καὶ διεῤῥάγη μὲν ὁ σάκκος· περιεζώσμεθα δὲ τὴν θεόσδοτον εὐφροσύνην, ὡς χαίροντας λέγειν· «Ποῦ ἡ νίκη σου, θάνατε; Ποῦ τὸ κέντρον σου, ᾅδη; Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, φησίν.» Οὐκοῦν ἀφῄρηται πᾶν δάκρυον· πιστεύοντες γὰρ ὅτι πάντη τε καὶ πάντως ἐγείρει τοὺς νεκροὺς ὁ Χριστὸς οὐ δακρυῤῥοοῦμεν ἐπ' αὐτοῖς, οὔτε μὲν εἰς ἀκράτους καταβαίνομεν λύπας, καθάπερ καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ὄνειδος δὲ τοῦ λαοῦ κατονομάζειν ἔοικεν αὐτὸν τὸν θάνατον, ὡς γένεσιν ἔχοντα τῆς καθ' ἡμῶν ἐφόδου τὴν παράβασιν. Ἤγουν τάχα που τὴν ἁμαρτίαν δι' ἣν εἰσβέβηκεν ἡ φθορὰ καὶ τὸ τοῦ θανάτου κράτος κεκυρίευκε τῶν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ τὸ τῆς ἀναστάσεως μυστήριον οὐκ εὐπαράδεκτόν ἐστι τοῖς πολλοῖς, ἀπιστεῖσθαι δὲ ἦν εἰκὸς διά τοι τὴν ἐν αὐτῷ μεγαλουργησίαν, προσεπήνεγκεν ὁ μακάριος προφήτης, ὅτι τὸ στόμα Κυρίου ἐλάλησεν. Εἶτα τίς ὁ φάναι τολμῶν, ὡς ψευδοεπήσει ὁ Θεὸς, καὶ οὐχὶ πάντη καὶ πάντως ἐκτελευτήσει πρὸς ἀλήθειαν τὸ ἐπηγγελμένον; «Οὐρανὸς γὰρ καὶ ἡ γῆ, φησὶ, παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Καὶ ἐροῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν, καὶ ἠγαλλιώμεθα, καὶ σώσει ἡμᾶς. Οὗτος Κύριος, ὑπεμείναμεν αὐτῷ, καὶ ἀγαλλιασόμεθα· καὶ εὐφρανθησόμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν, ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Ἐπιγνώσεσθε, φησὶ, τὸν ποτίζοντα μὲν εὐφροσύνην, καὶ πρός γε τούτῳ καὶ οἶνον, καταχρίοντα δὲ καὶ μύρῳ τοὺς ἐν τῇ νοητῇ Σιών· ἐπιγνώσεσθε δὲ ὅτι Θεὸς κατὰ ἀλήθειάν ἐστι, καὶ ἐκ Θεοῦ τοῦ κατὰ φύσιν Υἱὸς, καὶ εἰ ἐν τοῦ δούλου φαίνοιτο μορφῇ, τῆς ἁπάντων γέγονε σωτηρίας καὶ ζωῆς ἄνθρωπος γεγονὼς, καὶ ὁμοιωθεὶς κατὰ πάντα τοῖς ἐπὶ τῆς γῆς,