Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.565
Not analysed yet
δίχα μόνης ἁμαρτίας. Μονονουχὶ γὰρ καὶ χεῖρα, φησὶ, προτείνοντες ἐροῦσιν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν ἐφ' ᾧ ἠλπίζομεν καὶ ἠγαλλιώμεθα ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν. Οἶμαι δὲ ἔγωγε τοῦτόν γε μάλιστα τὸν λόγον ἀνῆρθαι πρέπειν τοῖς ἐξ Ἰσραὴλ, οἳ καὶ ταῖς Μωσαϊκαῖς ἐντεθραμμένοι φωναῖς καὶ τὰς τῶν ἁγίων προφητῶν προαγορεύσεις οὐκ ἠγνοηκότες, προσεδόκουν ἀφίξεσθαι κατὰ καιρὸν Σωτῆρα, καὶ Λυτρωτὴν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ γοῦν ὡς ἤδη προεῖπον, Ζαχαρίας μὲν ὁ Ἰωάννου πατὴρ προφητεύων ἐν πνεύματι λελάληκε περὶ τοῦ Χριστοῦ, ὅτι «Κέρας ἐγήγερται τῷ λαῷ σωτηρίας.» Καὶ Συμεὼν ὁμοίως εἰς χεῖρας ἑλὼν τὸ ἅγιον Βρέφος· «Εἶδον, φησὶν, οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.» Ἐπιγνόντες τοίνυν τὸν πάλαι προηγγελμένον, τὴν ἁπάντων ἐλπίδα τὸν Σωτῆρα καὶ Λυτρωτὴν ἐροῦσι, φησίν· Ἰδοὺ ὁ Θεὸς ἡμῶν. Προσομολογήσουσι δὲ ὅτι ἀνάπαυσιν δώσει ὁ Θεὸς ἐπὶ τὸ ὄρος τοῦτο. Καί μοι πάλιν ὄρος οἴου λέγεσθαι τὴν Ἐκκλησίαν, δέδοται γὰρ ἡ ἀνάπαυσις ἐν αὐτῇ. Ἀκηκόαμεν γὰρ Χριστοῦ λέγοντος· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ἀπεφορτισάμεθα γὰρ διὰ τῆς εἰς αὐτὸν πίστεως τὴν δυσαχθῆ καὶ δυσφόρητον ἁμαρτίαν. Ἀνεπαυσάμεθα δὲ καὶ καθ' ἕτερον τρόπον δειμάτων ἀπηλλαγμένοι τῶν ἐπί γέ φημι τὸ χρῆναι κολάζεσθαι, καὶ τὰς ἐπὶ τοῖς πλημμελήμασιν ἀποτίσαι δίκας. Καὶ οὐ μέχρι τούτων ἡ εἰς ἡμᾶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ γέγονε χάρις· προστέθειται δὲ καὶ τὰ ἐν ἐλπίσιν ἀγαθὰ, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἡ κτῆσις μακρὰ καὶ ἀκήρατος ζωὴ, καὶ παντὸς τοῦ καταλυπεῖν εἰωθότος ἡ ἀπόστασις. Γέγραπται γὰρ περὶ τῶν ἁγίων ὅτι «Εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.» Καὶ καταπατηθήσεται ἡ Μωαβῖτις, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις, καὶ ἐν ἀμήτῳ. Καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Καὶ ταπεινώσει τὴν ὕβριν, ἐφ' ἂ τὰς χεῖρας ἐπέβαλε. Καὶ τὸ ὕψος τῆς καταφυγῆς τοῦ τοίχου σου ταπεινώσει, καὶ μεταβήσεται ἕως τοῦ ἐδάφους. Βαθὺς ἀεί πώς ἐστι τῶν ἁγίων προφητῶν ὁ λόγος, καὶ τὴν εἴσω τε καὶ κεκρυμμένην διέρπει τρίβον. Χρὴ δὴ οὖν ἄρα μὴ τὸ ἐξωφανὲς τοῦ γράμματος πάντη τε καὶ πάντως ἀληθὲς εἶναι νομίζειν, κατασκέπτεσθαι δὲ μᾶλλον τὸν οἱονεί πως ἐγκεχωσμένον τῷ γράμματι νοῦν. Μωαβῖται τοίνυν ὅμοροι μὲν ἦσαν τοῖς Ἰουδαίοις, ἀτοπώτατα δὲ διετέθησαν πρὸς ἀπάτην, καὶ πρός γε τὸ χρῆναι ταῖς τῶν εἰδώλων προσκεῖσθαι λατρείαις. Ὅτι τοίνυν ἔμελλεν ἐπιλάμψαντος τοῦ Χριστοῦ, καὶ κεκλημένων τῶν ἐθνῶν εἰς τὸ σεπτὸν καὶ θεῖον αὐτοῦ μυστήριον, ἡγιασμένων τε διὰ τῆς πίστεως, ἡ βδελυρὰ καὶ ἀκάθαρτος εἰδωλολατρία πάντη τε καὶ πάντως ἐκ μέσου γενήσεσθαι, τοῖς τῶν πιστευόντων ποσὶν ὑπενηνεγμένου τοῦ Σατανᾶ· δέδωκε γὰρ ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· διδάσκει λέγων, πατηθήσεσθαι τὴν Μωαβῖτιν, ὃν τρόπον πατοῦσιν ἅλωνα ἐν ἁμάξαις.