Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.568
Not analysed yet
Φαμὲν δὲ δηλοῦν ἐν τούτοις αὐτὸν, ἢ τὴν Μωαβῖτιν λατρείαν, ἤγουν ἐκ μιᾶς χώρας τῆς εἰδωλολατρούσης ἅπαν δέχεσθαι τὸ παράδειγμα, κατὰ πάσης, ὡς ἔφην, τῆς εἰδωλολατρίας ἐκτεινομένου τοῦ λόγου. Οὐκοῦν καταπατηθήσεται, φησὶ, καθάπερ ποσὶν ἁλοώντων ὑποκειμένη. Ἀνήσει δὲ καὶ τὰς χεῖρας αὐτοῦ, ὃν τρόπον καὶ αὐτὸς ἐταπείνωσε τοῦ ἀπολέσαι. Τίς ἀνήσει τὰς χεῖρας; Ὁ τῆς εἰδωλολατρίας εὑρετὴς, ὁ συνέχων τὴν ἀπάτην, καὶ ἀποβουκολήσας Θεοῦ τὸν ἄνθρωπον, τοῦτ' ἔστιν, ὁ Σατανᾶς. Ἀνήσει γὰρ τὰς χεῖρας αὐτοῦ, τοῦτ' ἔστιν, ἐκλυθήσεται πᾶσα ἡ δύναμις αὐτοῦ, καὶ ἐνέργεια πρακτική· ἐνεργείας γὰρ εἰς τύπον αἱ χεῖρες λαμβάνονται. Ὥσπερ γὰρ αὐτὸς ἐταπείνωσε τοὺς ἐπὶ τῆς γῆς, ὥστε καὶ ἀπολέσαι σύμπαντας, κατὰ τὸν αὐτὸν τουτονὶ τρόπον ταπεινώσει Χριστὸς τὴν ὕβριν αὐτοῦ, τοῦτ' ἔστι, τὴν ἀφόρητον πλεονεξίαν ᾗ κατὰ πάντων ἐχρήσατο, μονονουχὶ τὰς χεῖρας ἐπάγων, καὶ σκήπτροις ἰδίοις ὑποφέρων ἐκ πλεονεξίας τοὺς ἐπ' ἔργοις ἀγαθοῖς ἐκτισμένους παρὰ Θεοῦ. Εἶτα μέτεισιν ὁ λόγος τῷ προφήτῃ πάλιν. Ὡς πρὸς αὐτὴν τὴν Μωαβῖτιν, ἤτοι τὴν βέβηλον εἰδωλολατρίαν, καί φησιν· ὅτι Τὸ ὕψος τῆς καταφυγῆς τοῖχον τὸ ταπεινούμενον αὐτὸν εἶναί φαμεν τὸν τῆς εἰδωλολατρίας καὶ τῆς ἀπάτης προεστηκότα, καὶ οἷον ἀνατειχίζοντα αὐτὴν, καὶ συνέχοντα πρὸς τὸ συνεστάναι. Ἀλλὰ πεσεῖται, φησί. Καταβαλεῖ γὰρ αὐτὸ Χριστὸς, καὶ καταβιβάσει μέχρις ἐδάφους, τοῦτ' ἔστιν, εἰς τὸ παντελὲς, καὶ ὁρῶμεν διὰ πραγμάτων εἰς πέρας ἐκβεβηκὸς τὸ προηγγελμένον. Πεπτώκασι γὰρ τεμένη. καὶ τὰ ἐν σηκοῖς ἅπαντα γέγονεν ἐκποδών. Βωμοὶ δὲ οὐκέτι καὶ θυσίαι, καὶ γοητεῖαι, καὶ οἱ τὰ τῆς ἀπάτης ἐπιτηδεύοντες παίγνια. Πέπαυται δὲ πάντα διὰ Χριστὸν, καὶ ἀνατέταλκε τοῖς ἐπὶ τῆς γῆς τῆς ἀληθείας τὸ φῶς καὶ ὁ τῆς δικαιοσύνης ἀνισχόμενος ἥλιος τὰς τῶν πιστευόντων εἰς αὐτὸν καταφαιδρύνων καρδίας. Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς τῆς Ἰουδαίας λέγοντες· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος. Καταπατηθείσης γὰρ τῆς Μωαβίτιδος, τοῦτ' ἔστιν, ἀνῃρημένης εἰς ἅπαν τῆς τῶν εἰδώλων λατρείας, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν οἱ τῆς ἀπάτης ἀπηλλαγμένοι, καὶ πρὸς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, τὸν τῆς διανοίας ἀνευρύνοντες ὀφθαλμὸν ἐπιγνώσονται μὲν, φησὶ, τὸν τῶν ὅλων δημιουργὸν καὶ Κύριον Σωτῆρα καὶ Λυτρωτὴν, τὸν δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, τὸν δι' ἡμᾶς καθιγμένον ἐν τοῖς καθ' ἡμᾶς. ᾨδὴν δὲ αὐτὴν καὶ μέλος καθάπερ ἐκ λύρας ἀνακρουόμενοι δοξολογοῦντες ἐροῦσιν· Ἰδοὺ πόλις ὀχυρὰ, καὶ σωτήριον ἡμῶν. Καὶ γάρ ἐστιν ἀληθῶς οἷά τις πόλις εὐπυργοτάτη καὶ ἀνάλωτος παντελῶς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἤγουν ἡ εἰς αὐτὸν ἐλπίς. Δέχεται γὰρ τοὺς φεύγοντας τὴν τοῦ διαβόλου πλεονεξίαν, καὶ ἀνασώζει λαβών. Ταύτῃ τοι καὶ ἔφασκεν, ὅτι «Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἀκολουθοῦσί μοι· κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἁρπάσει τις ἐκ