Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.569
Not analysed yet
τῆς χειρός μου αὐτά.» Πόλις τοιγαροῦν ὀχυρὰ, καὶ σωτήριος, ὁ πάντων Σωτὴρ, πόλις δὲ ἔχουσα τεῖχος καὶ περιέχουσα τεῖχος, τοῦτ' ἔστι, πᾶσαν ἀσφάλειαν. Αἱ γάρ τοι τῶν πόλεων εὖ μάλα τετειχισμέναι, καὶ οὐχ ἁπλῆν ἔχουσι τὴν περιβολὴν, ὠχύρωνται δὲ πρὸς τῷ μεγάλῳ τείχει, καὶ ἑτέρῳ προτειχίσματι. Εἰκὸς δὲ δὴ πάλιν τοὺς τὴν ᾠδὴν ἀναφέροντας περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας εἰπεῖν, τὸ, Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριον ἡμῶν. Πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν· διέζωσται γὰρ καθάπερ τείχει τινὶ διπλῷ ταῖς τε παρὰ τῶν ἁγίων ἀγγέλων ἐπικουρίαις· καὶ μέν τοι τῇ ἄνωθεν καὶ παρὰ Θεοῦ ὅς ἐστι περίτειχος. Καὶ γὰρ αὐτῶν ἐστιν ἡ ἰσχὺς τῶν ἁγίων πνευμάτων, ἐπείπερ ἐστὶν αὐτός τε καὶ μόνος ὁ τῶν ὅλων δυνάμεων Κύριος. Ἰστέον δὲ ὅτι παρὰ τοῖς ἱεροῖς Γράμμασι Ἰούδας ἔσθ' ὅτε κατωνόμασται Χριστὸς, ὡς ἐκ φυλῆς γεγονὼς τῆς Ἰούδα, κατά γε τὴν Ἰακὼβ φωνὴν λέγοντος· «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου.» Ἐπὶ γῆς οὖν Ἰούδα τὸ μελῳδούμενον. Χριστοῦ γὰρ πόλις ἡ Ἐκκλησία. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην· ὅτι ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Ὡς ἐπεγνωκότων ἤδη τῶν ἀνὰ πᾶσαν τὴν γῆν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν διωμολογηκότων τε, ὅτι πόλις ἔσται ὀχυρὰ καὶ σωτήριος, τεῖχος ἔχουσα καὶ περίτειχος, λοιπὸν ἀναγκαίως τοῖς ἁγίοις μυσταγωγοῖς, ἀποστόλοις τέ φημι καὶ εὐαγγελισταῖς διακελεύεται, λέγον τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἀνοίξατε πύλας· τοῦτ' ἔστιν, ἀνευρύνατε τοῖς ἐθέλουσι τὴν διὰ πίστεως εἰσβολὴν, τὴν διὰ τῆς ἀμωμήτου μυσταγωγίας δρομὴν, καὶ εἰσίτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν. Τὸ γὰρ θεῖον καὶ εὐαγγελικὸν, καὶ σωτήριον κήρυγμα διδάσκει μὲν τοὺς πιστεύοντας τὴν ὑπὲρ νόμον δικαιοσύνην, βεβαίους δὲ εἶναι πρὸς ἀληθείας τήρησιν. Οὐ γὰρ ἔτι τὴν ἐν τύποις καὶ σκιαῖς εἰσφέρει λατρείαν, καθάπερ ἀμέλει καὶ ὁ παλαιὸς νόμος, ἀλλὰ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ καὶ τοῦτό ἐστιν ἡ ἀλήθεια. Ἐπιλαμβάνεται δὲ ἀληθείας. Ἐφεῖται γὰρ, ὡς ἔφην, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν διὰ Χριστοῦ ὅς ἐστιν ἡ ἀλήθεια. Φυλάττονται δὲ καὶ εἰρήνην. Πῶς ἢ τίνα τρόπον; Εἰσδεχθεὶς γὰρ ὅλως παρὰ Χριστοῦ, καὶ τὴν ἀρχαίαν ἐκείνην καταλύσαι ἔχθραν· διειστήκει γὰρ αὐτοῦ πλανώμενος· ἀκλόνητος ἔσται προσκυνητής. Καὶ τοῦτο πληροῦν ἡμᾶς ὁ μακάριος Παῦλος ἀναπείθει γράφων· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἐμαχόμεθα γὰρ τῷ Θεῷ τῇ κτίσει λατρεύοντες καὶ τοῖς τῆς σαρκὸς πάθεσιν ἐνεχόμενοι. Φίλοι δὲ καὶ εἰρηνικοὶ χρηματίζομεν αὐτῷ καὶ μόνῳ λέγοντες· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν. Τὸ ὄνομά σου ὀνομάζομεν, καὶ πρός γε τούτῳ τῆς ἐξαιρέτου ζωῆς καὶ εὐαγγελικῆς πολιτείας οἷά τινα στέφανον ἀναδησάμενοι, τὰ αὐχήματα περὶ τῶν τοιούτων εἰκότως ἂν λέγοιτο διὰ τῆς τῶν ἁγίων