Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.572
Not analysed yet
φωνῆς πρὸς Θεὸν, ὅτι Ἐπὶ σοὶ ἠλπίσαμεν, Κύριε, ἕως τοῦ αἰῶνος. Οὐ γὰρ καταλήξουσι τῆς εἰς Θεὸν ἐλπίδος, διηνεκῶς δὲ μᾶλλον ἐπ' αὐτῷ καυχήσονται. Ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως ἐδάφους. Καὶ πατήσουσιν αὐτὰς πόδες πρᾳέων, καὶ ταπεινῶν ἴχνη. Ἐπὶ πράγμασι τοῖς ἄγαν τεθαυμασμένοις, ἀνακομίζειν ἔθος τοῖς ἁγίοις προφήταις τὰ χαριστήρια τῷ πάντων κρατοῦντι Θεῷ, καὶ οἷον ἀνασκιρτᾷν ἐκ περιχαρείας. Γνησιότητος δὲ τῆς εἰς ἄκρον ἐπίδειξις ἐναργὴς γένοιτ' ἂν τὸ χρῆμα αὐτοῖς. Χαίρουσι γὰρ λίαν κατευρυνομένην ὁρῶντες τὴν τοῦ Θεοῦ δόξαν καὶ τοὺς ταύτῃ βασκαίνοντας ἐκ μέσου γεγενημένους· φημὶ δὴ τοὺς ἀκαθάρτους δαίμονας, καὶ πρός γε τούτοις τὸν Σατανᾶν· οὓς καὶ πόλεσιν ὀχυραῖς παρεικάζει, καὶ κατοικεῖν ἐν ὑψηλοῖς διεβεβαιώσατο. Φρόνημα γὰρ ἐν αὐτοῖς ὑψηλόν πως ἀεὶ καὶ ὑπέρογκον, ὥστε καὶ αὐτῆς τῆς τοῦ Θεοῦ κατεπαίρεσθαι χειρὸς, οἴεσθαί τε προσκεκρουκότας ἀγρίως, ἀδικηθήσεσθαι μὲν οὐδὲν, βασιλεύειν δὲ διὰ παντὸς τῶν ἐπὶ τῆς γῆς. Ἀλλὰ σὺ, φησὶ, καὶ μόνος Θεὸς ὁ μέγας αἰώνιος· καὶ ἐξ αὐτῶν τοῦτο δέδειχας τῶν πραγμάτων· ταπεινώσας γὰρ κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς. Τοῦτ' ἔστι, κατέσεισας τὴν τῶν ὑπερηφάνων ἰσχὺν, ὑψηλοὺς ὄντας, καὶ ἀλαζόνας κατεκόμισας εἰς γῆν, καὶ ὡς πόλεις ὄντας ὀχυρὰς ἐκ βάθρων καθεῖλες. Τοῦτο γὰρ τὸ ἕως ἐδάφους. Δέδωκάς τε αὐτοὺς εἰς καταπάτημα τοῖς ποσὶ τῶν πρᾳέων, καὶ ταπεινῶν. Τίνες δὲ οὗτοι πάλιν, ἢ οἱ τῶν τοῦ Σωτῆρος θεσπισμάτων γνήσιοι φύλακες; οἱ τὸν ἑαυτῶν Δεσπότην ἀπομιμεῖσθαι σπουδάζοντες ἐπιφωνῶντα καὶ λέγοντα· «Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Μεμνήμεθα δὲ πάλιν εἰπόντος αὐτοῦ· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» Πεπάτηται γὰρ ὁ δράκων ὁ ἀποστάτης· καὶ ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν, οἱ κατοικεῖν ἐθέλοντες ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκέπην γεγονότες τοῦ Θεοῦ τοῦ οὐρανοῦ, δῆλον δὲ ὅτι Χριστοῦ, προσκυνεῖται γὰρ ἐν οὐρανῷ· «Ὅταν γὰρ, φησὶν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.» Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Ὁ μακάριος προφήτης Ἱερεμίας, τῆς εὐαγγελικῆς πολιτείας, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης διαμέμνηται, λέγων τοῖς ἀληθείας ἐρασταῖς· «Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν.» Τρί-