Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.60
Not analysed yet
ἀπόλεκτον γένος τῶν πεπιστευκότων τοῦτο τετήρηκεν ἐν ἑαυτῷ, τό γε μὴν κίβδηλον καὶ ἀδόκιμον παραδέδωκεν εἰς ὄλεθρον καὶ ἀφανισμόν. Ὥσπερ οὖν οἱ πυρὶ κατατήκοντες, ἢ χαλκὸν, ἢ ἄργυρον, διακαθαίρουσι τὰς ὕλας· οὕτω κἀγὼ, φησὶ, πυρώσω εἰς καθαρόν. Γέγραπται δὲ, ὅτι «Ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν, ἐν πνεύματι κρίσεως καὶ ἐν πνεύματι καύσεως.» Εἴρηται δὲ καὶ διὰ φωνῆς ἑνὸς τῶν ἁγίων προφητῶν, ὅτι «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ, ὅτι αὐτὸς εἰσπεπόρευται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων, καὶ καθιεῖται χωνεύων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον.» Ἑτεροτρόπως δὲ τοῦτο καὶ ὁ σοφὸς ἡμῖν Ματθαῖος διασαφεῖ λέγων περὶ Χριστοῦ· «Ἐγὼ μὲν γὰρ ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὖ τὸ πτύον ἐν τῆ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.» Οὐκοῦν συλλέγεται ὁ μὲν σῖτος εἰς ἀποθήκην, τὸ δὲ ἄχρηστον ἅπαν, τοῦτ' ἔστι, τὸ ἄχυρον πυρὸς εἴρηκεν ἔσεσθαι τροφήν. Καὶ πῶς, εἴ τις ἕλοιτο μαθεῖν, ἡ τῶν προκειμένων σαφηνιεῖ δύναμις. Ἕφη γὰρ εὐθύς· «Τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω.» Διόλωλε μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ ἡ πάλαι πληθὺς, καὶ εἰς Χριστὸν ἀσεβήσασα καὶ ἀρνησαμένη τὸν λυτρωτήν· ἐξῄρηνται δὲ πάντες οἱ ὑπερήφανοι καὶ ζῶντες ἀνόμως, τοῦτ' ἔστιν, οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγεμονεύειν λαχόντες, οἱ ἀρχιερεῖς καὶ Φαρισαῖοι. Πῶς γὰρ οὐκ ἂν ἄνομοί τε καὶ ἀλαζόνες, οἱ μήτε τὴν εἰς τὸν νόμον αἰδῶ κἂν γοῦν ὀλίγα τε πεφροντικότες, ἐπαίροντες δὲ καὶ τὸ κέρας εἰς ὕψος, καὶ λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν; Εἰρήκασι γὰρ, «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ἐξῄρηνται δὲ τοῦ καθηγεῖσθαι λαῶν, ἀναδεδειγμένων τῶν ἁγίων ἀποστόλων, περὶ ὧν φησιν, «Ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπαρχῆς.» Γεγόνασι δὲ κατ' οὐδὲν ἐλάττους τῶν ἀρχαιοτέρων ἁγίων οἱ θεσπέσιοι μαθηταὶ, οὓς καὶ κριτὰς ὀνομάζει, καὶ συμβούλους ἀποκαλεῖ. Δεδράκασι γὰρ ἀμφότερα, τοῖς ἁμαρτάνουσιν ἐπιπλήττοντες ὡς κριταὶ, συμβουλεύοντες δὲ τοῖς ἠσθενηκόσι τὰ πρὸς εὐρωστίαν αὐτοῖς χρήσιμα τὴν πνευματικήν. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος τὸν ἐν Κορίνθῳ πεπορνευκότα παρεδίδου μὲν τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ Πνεῦμα σωθῇ· βουλὰς δὲ δίδωσιν ἀγαθὰς, καί φησιν· «Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ λοίδορος, ἢ μέθυσος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Περὶ τῶν ἐνθάδε λεγομένων κριτῶν ἤτοι συμβούλων καὶ ὁ μακάριος Δαβὶδ ἐν