Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.573
Not analysed yet
βοι μὲν γὰρ καὶ ὁδοὶ Κυρίου τῶν ἁγίων προφητῶν οἱ λόγοι, καὶ τῆς διὰ Μωσέως ἐντολῆς, ἡ ὡς ἐν σκιᾷ καὶ τύποις προαγόρευσις μυστηρίου τοῦ κατὰ Χριστόν. Ταυτασὶ τοιγαροῦν τὰς τρίβους διερευνώμενοι μανθάνομεν τὴν ὁδὸν τὴν ἀγαθὴν, τοῦτ' ἔστι, τὴν ἐν Χριστῷ πολιτείαν· βαδίσαντες ἐν αὐτῇ ταῖς ἑαυτῶν ψυχαῖς, τὸν ἀληθῆ καὶ διὰ πνεύματος ἁγνισμὸν εὑρήσομεν. Εὐθεῖαν τοίνυν φησὶ γενέσθαι τῶν εὐσεβῶν τὴν ὁδὸν, πῶς γὰρ οὐκ εὐθεία καὶ ἄτραχυς, καὶ οὐδὲν ἔχουσα παντελῶς ἄναντες, ὅτε τὸ ῥῆμα τῆς πίστεως λέγοντες δικαιούμεθα, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος καταπλουτοῦμεν κάθαρσιν; Εὐθεῖα δὲ καὶ ἑτέρως ἡ τῶν εὐσεβούντων ὁδός. Ἀνῃρημένων γὰρ τῶν ἐχθρῶν, καὶ καθῃρημένης τῆς τοῦ διαβόλου πλεονεξίας καὶ πάσης δυσχερείας ἐψιλωμένης, τί τὸ ἀνθεστηκὸς ἔτι, καὶ παραλύειν δυνάμενον τῆς εὐσεβείας τοὺς ἐραστάς; Θέα δὲ ὅπως καταλειανθείσης τῆς τῶν εὐσεβούντων ὁδοῦ τρόπον τινὰ τῶν ἐν τύποις καὶ σκιαῖς ἀνατροπὴν ἔσεσθαί φησι. Ἐπιφέρει γὰρ οὐχ ἁπλῶς, τὸ, Ἡ ὁδὸς Κυρίου κρίσις· τουτέστιν, οὐ μόσχων προσαγωγαὶ, οὐ προβάτων σφαγαὶ, οὐ πόπανα καὶ λιβανωτοί· κρίσις δὲ μᾶλλον, τοῦτ' ἔστι, δικαιοσύνη. Ἔθος γὰρ τῇ θεοπνεύστῳ Γραφῇ τῷ τῆς κρίσεως ὀνόματι τὴν δικαιοσύνην ὑποδηλοῦν. Καθάπερ ἀμέλει καὶ ὁ μακάριος Δαβίδ· «Τιμὴ, φησὶ, βασιλέως κρίσιν ἀγαπᾷ,» τοῦτ' ἔστιν, τὴν δικαιοσύνην· ἐν τιμῇ γὰρ τῇ παρὰ Θεῷ καὶ ἀνθρώποις πᾶσά ἐστι βασιλεία φιλοῦσα δικαιοσύνην. Οὐκοῦν ἡ ὁδὸς Κυρίου κρίσις. Χαίροντας δὲ λίαν εἰσκομίζει πάλιν τοὺς τὴν εὐθεῖαν ταύτην βαδιουμένους ὁδόν· φασὶ γὰρ, ὅτι Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν. Πᾶσα γὰρ ἡμῶν ἡ ἐλπὶς εἰς Χριστὸν, οὗ καὶ ἀεὶ μεμνήμεθα, ταύτην ἔχοντες τὴν ἐπιθυμίαν, ὅτι καὶ δι' αὐτῆς σεσώσμεθα. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα μου πρὸς σὲ, ὁ Θεὸς, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. Νύκτα καλεῖ, τὸν πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρόν· ὄρθρον δὲ τὴν προφητικὴν πρόγνωσιν· φῶς δὲ ἀληθινὸν τὸ Εὐαγγέλιον τοῦ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ, ὃ καὶ τῆς ἁπανταχοῦ γῆς μαθεῖν ἐγκελεύεται. Καὶ γὰρ οὐκ ἀπὸ φύσεώς φησι τὸ μαθεῖν, ὥσπερ τὸ βλέπειν ἢ τὸ βαδίζειν, ἀλλ' ἀπὸ σπουδῆς καὶ ἐπιμελείας. Ὁ δὲ μὴ μαθὼν ἐκ ζώντων ἀρθήσεται, καὶ τὴν δόξαν Χριστοῦ οὐκ ὄψεται. Οἱ λέγοντες· Ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου, καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπεθύμει ἡ ψυχὴ ἡμῶν προσεπάγουσιν ἀναγκαίως καὶ τοῦτο. Τὸν γάρ τοι θεῖον εἰς νοῦν εἰσοικισάμενοι φωτισμὸν, καὶ τῆς ἀρχαίας ἀπάτης τὸν σκότον ἀποπεμψάμενοι, καὶ τὴν τῆς ἁμαρτίας ἀχλὺν κατηφανισμένην ὁρῶντες, ἀναφέρουσιν ᾠδὰς τὰς χαριστηρίους, καθάπερ ἐκ νυκτὸς, καὶ σκότους ὀρθρίζειν λέγοντες, οἷον διαυγαζούσης ἐν αὐταῖς τῆς νοητῆς ἡμέρας, καὶ ἑωσφόρου λοιπὸν ἀνατέλλοντος ἐν ταῖς καρδίαις αὐτῶν, καθὰ γέγραπται. Τοῖς τοιούτοις καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει, καί φησιν· «Οἱ ποτὲ σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.» Καὶ μὴν καὶ ἑτέρωθι· «Οὐ γάρ