Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.576.1
Not analysed yet
ἐσμεν νυκτὸς, οὐδὲ σκότους, ἀλλὰ υἱοὶ φωτὸς, καὶ υἱοὶ ἡμέρας.» Καταλαμπρύνεται γὰρ τῶν πιστευόντων ὁ νοῦς τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Ταύτῃ τοί φησι καὶ ὁ θεσπέσιος Δαβὶδ ὡς πρὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς τοῖς τρίβοις μου.» Ἀχλύϊ μὲν γὰρ οἱονεί πως καὶ κατασκιάσμασι τοῖς ἀπό γέ φημι τοῦ γράμματος, ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεπαχύνετο νόμος. Ἐν δέ γε τοῖς εὐαγγελικοῖς κηρύγμασι γυμνὸν καὶ διαφανὲς τὸ τῆς ἀληθείας ἐκφαίνεται κάλλος, καὶ καταφαιδρύνει τὸν νοῦν ταῖς τῶν εὐσεβούντων διανοίαις φωτὸς δίκην εἰσχεόμενον. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσῃ. Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Ἔφη που ὁ Θεὸς διὰ φωνῆς προφήτου· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Ὅρα δὴ οὖν ὅπως ἐν τούτοις ἡμῖν ὁ λόγος μυσταγωγὸν ὥσπερ τινὰ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν αὐτὸν εἰσκομίζει γεγονότα Χριστόν. Ἔδει γὰρ, ἔδει τοῖς ἄπαξ ἐπεγνωκόσιν, ὅτι φῶς εἰσι τὰ προστάγματα αὐτοῦ ἐπὶ τῆς γῆς, τὴν τοῦ συμφέροντος εἴδησιν ἐνίεσθαι παρ' αὐτοῦ. «Ὦ τοίνυν, φησὶν, οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς μάθετε δικαιοσύνην.» Ἔοικε δὲ τοῦτο τῷ διὰ φωνῆς τοῦ Δαβίδ· «Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.» Ὁ μὲν γὰρ ἐν γράμμασι νόμος πεπαιδαγώγηκε μόνον τὸν κατὰ σάρκα Ἰσραὴλ, ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὸ τῆς ἡμερότητος ἁπλώσας λίνον ὅλην σεσαγήνευκε τὴν ὑπ' οὐρανόν. Εἰκότως οὖν ἄρα καὶ τοῖς ἀνὰ πᾶσαν τὴν γῆν συμβουλεύει, λέγων, ὅτι Χρὴ μανθάνειν αὐτοὺς, τὴν δι' αὐτοῦ λαληθεῖσαν δικαιοσύνην, τοῦτ' ἔστι, τὴν εὐαγγελικήν. Ὅτι δὲ τὸ ἀπειθεῖν τοῖς παρ' αὐτοῦ λόγοις οὐκ ἀζήμιον, προσεπάγει καί φησι· Πέπαυται γὰρ ὁ ἀσεβής. Πᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς ἀλήθειαν οὐ μὴ ποιήσῃ, οἰχήσεται γὰρ, φησὶν, εἰς ὄλεθρον καὶ ἀπώλειαν, καὶ οἷον ἀποσβεσθήσεται. Τοῦτο γὰρ οἶμαι τὸ Πέπαυται δηλοῦν. Πᾶς εἴ τις μὴ προσδέξηται τῆς δικαιοσύνης τῆς εὐαγγελικῆς τὴν εἴδησιν, καὶ ὃς ἂν μὴ ποιήσῃ τὴν ἀλήθειαν. Ἀλήθειαν δὲ πάλιν ἐν τούτοις τῆς ἐν Χριστῷ πολιτείας ἀποκαλεῖ τὴν δύναμιν, καὶ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν. Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, οὐκ ἦν ἀλήθεια. Χριστὸς δὲ καὶ τὰ αὐτοῦ θεσπίσματα νοοῖτ' ἂν εἰκότως δικαιοσύνη καὶ ἀλήθεια. Οἶμαι δὲ δεῖν κἀκεῖνο εἰπεῖν, Γέγονεν ἡμῖν παρὰ τοῦ Πατρὸς δικαιοσύνη Χριστὸς, ἔστι δὲ πρὸς τούτῳ καὶ ἀλήθεια. Μάθετε τοίνυν τὴν δικαιοσύνην, φησὶ, καὶ τὴν ἀλήθειαν· τοῦτ' ἔστιν, ἐπίγνωτε τὸν ἀληθῶς Υἱὸν καὶ τὸν ὅλων δημιουργὸν καὶ Κύριον. Ἀρθήσεται γὰρ καὶ ἐκ μέσου γενήσεται πᾶς ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τοιοῦτόν ἐστι τὸ δι' αὐτοῦ τοῦ Χριστοῦ τοῖς Ἰουδαίων δήμοις προσπεφωνημένον· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις