Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.577
Not analysed yet
ὑμῶν ἀποθανεῖσθε.» Καὶ πάλιν· «Ὁ πιστεύων εἰς τὸν Υἱὸν οὐ κρίνεται, ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὅνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ·» Ὁ δὲ ἅπαξ κατακεκριμένος, καὶ ταῖς ἰδίαις ἐναποθανὼν ἁμαρτίαις, πῶς ἂν ἴδοι τὴν δόξαν Κυρίου. Οὐ γὰρ συνέσται Χριστῷ, καὶ τῆς παρ' αὐτοῦ δόξης κατ' οὐδένα τρόπον μετεσχηκὼς, τὸν τῶν ἁγίων οὐκ ὄψεται κλῆρον. Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δὲ αἰσχυνθήσονται. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἀπειλοῦντος Θεοῦ τοῖς μὴ μανθάνουσι δικαιοσύνην, καὶ τοῖς μὴ ποιοῦσι τὴν ἀλήθειαν· κατά γε τοὺς ἀρτίως ἡμῖν προαποδοθέντας λόγους εἰς ἀνάμησιν ὁ προφήτης ἔρχεται τῆς τοῦ Ἰσραὴλ ἀγνοίας τε ἅμα καὶ ἀπειθείας. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς Θεὸς Λόγος, ὁ παναλκὴς τοῦ Πατρὸς βραχίων, δι' οὗ τὰ πάντα προήχθη πρὸς γένεσιν, ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων ἑαυτὸν καθῆκεν εἰς ἑκούσιον κένωσιν, καὶ τεταπείνωκεν ἑαυτὸν, καθὰ γέγραπται, γενόμενος ἄνθρωπος, ἵνα δικαιώσῃ τοὺς ἐπὶ τῆς γῆς, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς ἑαυτόν· καὶ εἰργάζετο μὲν τὰ ὑπὲρ λόγον, καὶ διὰ τῆς τῶν δρωμένων μεγαλοπρεπείας, ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν, ἠξίου γνωρίζεσθαι, λέγων· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε.» Εἰ δὲ καί τοι τῶν οὕτω τεθαυμασμένων θεωροὶ γεγονότες, καὶ τῶν παρ' αὐτοῦ λόγων αὐτήκοοι, σκληροὶ καὶ ἀνουθέτητοι μεμενήκασι, μᾶλλον δὲ καὶ ἀπύλωτον ἐσχήκασι στόμα. Τετολμήκασι γὰρ Σαμαρείτην, καὶ μέθυσον καὶ τέκτονος υἱὸν, καὶ τὰ ἔτι τούτων ἀπηχέστερα δυσσεβοῦντες εἰπεῖν. Ταῦτα τοίνυν διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας προεγνωκὼς ὁ προφήτης ποιεῖται τοὺς λόγους πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, καί φησι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Τῇ μὲν γὰρ ἀξίᾳ τῆς ἰδίας ὑπεροχῆς, καὶ ὡς ἐν δόξῃ τῇ θεοπρεπεῖ, μέγας καὶ ὑψηλός· καὶ μέν τοι καὶ παναλκής ἐστιν ὁ βραχίων τοῦ Πατρὸς, τοῦτ' ἔστιν, ὁ δι' οὗ τὰ πάντα γέγονε Θεὸς Λόγος. Ἐπειδὴ δὲ ὤφθη μετὰ σαρκὸς ἠγνοήκασιν αὐτοῦ τὴν δόξαν. Πλὴν αἰσχυνθήσονται, φησὶν, εἰ μάθοιεν αὐτὸν ὄντα δηλονότι τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον. Ἔμαθον δὲ τίνα τρόπον; Αὐτοὶ μὲν γὰρ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἀπεκτείνασι, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἠρνήσαντο, καθάπερ φησὶν ὁ θεσπέσιος Πέτρος. Ἐπειδὴ δὲ τὰ τοῦ θανάτου δεσμὰ διαῤῥήξας τριήμερος ἀνεβίω Χριστὸς, καὶ τοῦτο ἐγνώκασιν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, τότε δὴ, τότε καὶ κατῃσχύνθησαν, καὶ γοῦν δεδιότες μὴ ἄρα πως ἔκπυστον εἰς ἅπαντας τὸ τῆς ἀναστάσεως γένοιτο μυστήριον, ἀργύρια ἱκανὰ δεδώκασι τοῖς στρατιώταις, καθὰ γέγραπται· ἵνα εἴπωσιν ὅτι «Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτόν.» Αἰσχυνθήσονται δὲ καὶ καθ' ἕτερον τρόπον. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἀγγέλων, τότε καὶ ἐντροπὴν ἕξουσι τὴν