Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.580
Not analysed yet
ἀμήρυτον, υἱοὶ μὲν ὄντες του νυμφῶνος διὰ τοὺς πατέρας, αὐτῶν γὰρ αἱ ἐπαγγελίαι, καὶ ἡ νομοθεσία, καὶ ἡ διαθήκη, πεμπόμενοι δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀπαίδευτον τοίνυν εἰκότως ὀνομάζει λαὸν, καὶ ὅτι ζῆλος αὐτοὺς λήψεται, φησὶ, καὶ ὅτι πῦρ τοὺς ὑπεναντίους ἔδεται. Ἐπειδὴ γὰρ ἀπόπεμπτοι γεγόνασιν αὐτοὶ, καὶ ἐκβέβληνται τῆς εἰς Χριστὸν ἐλπίδος, καὶ ἀπεδείχθησαν μὲν ἀλλότριοι τῶν ἐπαγγελιῶν, προσελήφθη δὲ τὰ ἔθνη, ταύτῃ τοι κατατρύχονται τῷ ζήλῳ, καὶ οἷον ὑπὸ πυρὸς δαπανώμενοι, τοῦ τῆς βασκανίας δηλονότι διατελοῦσιν οἱ δείλαιοι. Γέγραπταί τι τοιοῦτον καὶ ἐν ᾠδαῖς περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ, ὅτι Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεοῖς· παρώξυνάν με ἐν τοῖς εἰδώλοις αὐτῶν. Κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει· ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς. Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν· τὸ ὄνομά σου ὀνομάζομεν. Ἔθος τοῖς ἁγίοις προφήταις, τὰς ὑπέρ γε τοῦ Ἰσραὴλ ποιεῖσθαι λιτὰς, ἦσαν μὲν γὰρ φιλόθεοι, καὶ τοῖς εἰς εὐσέβειαν αὐχήμασιν εὖ μάλα κατεστεμμένοι. Ἐπειδὴ δὲ ἅπαξ ἐκ ῥίζης πεφήνασιν Ἀβραὰμ καὶ ἐξ αἵματος τῶν ἁγίων πατέρων ἐπιστυγνάζουσιν ἀναγκαίως ὡς ὁμογενέσι τοῖς ἐξ Ἰσραὴλ ὁρῶντες ἀπολλυμένους διά γε τὴν εἰς Χριστὸν δυσσέβειαν. Ταύτῃ τοι καὶ νῦν ὁ μακάριος προφήτης Ἡσαΐας πρόσεισι λέγων· «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.» Εἰ γὰρ χαρίσαιο, φησὶ, τὴν εἰρήνην ἡμῖν, παντὸς ἐσόμεθα πλήρεις ἀγαθοῦ, καὶ ἀπεσχήκαμεν τῶν παρὰ σοῦ χαρισμάτων τελειωτάτην τὴν μέθεξιν. Καὶ ποίαν αἰτοῦσιν εἰρήνην, ἰδεῖν ἀναγκαῖον· ἢ γὰρ αὐτὸν αἰτοῦσι Χριστόν· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ δι' αὐτοῦ συνήφθημεν τῷ Πατρὶ, δι' οἰκειότητος δὲ, δηλονότι τῆς πνευματικῆς. Ἢ γοῦν ἐκεῖνό φασιν. Οἱ μὲν γὰρ οὔπω πιστεύσαντες, καὶ ἀναπόβλητον ἔχοντες τὴν ἐκ τῆς ἁμαρτίας κηλῖδα, διεστήκασι τοῦ Θεοῦ, καὶ ἐν ἐχθρῶν τάξει νοοῦνται δικαίως, γαῦρόν τε ἔχουσι τὸν αὐχένα, καὶ τοῖς τοῦ Δεσπότου μάχονται νόμοις. Οἱ δὲ εὐπειθεῖς καὶ εὐήνιοι, καὶ πρὸς πᾶν ὁτιοῦν ἕτοιμοι τῶν αὐτοῖς ἀρεσκόντων φιλαίτατοί τέ εἰσι καὶ εἰρήνην ἔχουσι πρὸς αὐτόν. Ἀλλ' ἔστι τὸ χρῆμα θεόσδοτον ἀληθῶς, καὶ διὰ τῆς ἄνωθεν φιλοτιμίας ἐρχόμενον. Δὸς τοίνυν ἡμῖν, ὦ Δέσποτα, τὸ εἰρηνεῦσαι πρὸς σὲ, καὶ ἐκ μέσου γενομένης τῆς βεβήλου καὶ βδελυρᾶς ἁμαρτίας ἑνωθῆναί σοι πνευματικῶς διὰ μεσίτου Χριστοῦ. Τοιοῦτόν ἐστι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· «Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,» οὗ δὴ γεγονότος κτῆσις ἐσόμεθα, καὶ κλῆρος Θεοῦ. Ταύτῃ τοι σοφῶς ἐπενήνεκται τὸ, Κύριε κτῆσαι ἡμᾶς, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Μονοτρόπους γὰρ εἶναι χρὴ, καὶ Θεῷ μόνῳ κατεζευγμένους τοὺς εἰρηνεύοντας πρὸς αὐτὸν, ὥστε καὶ αὐτὸν εἰδέναι μόνον, καὶ ἑτέρου παντελῶς ψευδωνύμου Θεοῦ, μηδὲ ἐπὶ γλώττης ὅνομα φέρειν. Δεῖ γὰρ αὐτὸν ὀνομάζειν μό-