Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.581.1
Not analysed yet
νον, ὅτι καὶ μόνος ἐστὶν ἐφ' ἡμᾶς φύσει τε καὶ ἀληθείᾳ Θεός. Τοιοῦτόν τι καὶ ὁ τοῦ πανσόφου Μωσέως ἡμῖν ἐπεφώνησε νόμος, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ. Ἀμήν.» Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσωσι. Διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Πρόσθες αὐτοῖς κακὰ, Κύριε, πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς. Οἱ μόνον εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν ὀνομάζοντές τε τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαριθμοῦντες αὐτῷ παντελῶς οὐδένα, λέγοντές τε διὰ τοῦτο, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, συνείρουσιν ἀναγκαίως, τὸ, ὅτι Οἱ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, ἐκτός σου δὴ πάλιν. Ζωὴ γὰρ ὢν κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς καὶ Κύριος ζωογονεῖ τὰ πάντα, καὶ ἐν αὐτῷ κινούμεθα, καί ἐσμεν. Ἀλλ' οὐδὲ ἰατροὶ, φησὶν, οὐ μὴ ἀναστήσωσιν· ἑπομένου καὶ τούτῳ τοῦ ἐκτός σου δηλονότι. Πάντα γὰρ ἡμῖν παρὰ Θεοῦ, καὶ αὐτοῖς ἐποίησεν ἐκ γῆς φάρμακα, κατὰ τὸ γεγραμμένον. Ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸ γράμμα, φημὶ, καὶ τὸν πρόχειρόν τε καὶ εἰς τοὐμφανὲς λόγον, ἡ τῶν ἐννοιῶν ἀπόδοσις ἔχοι ἂν ὀρθῶς ὧδέ γε, καὶ οὐχ ἑτέρως. Ἐπειδὴ δὲ χρὴ κατὰ νοῦν ἰέναι τὸν λόγον, καὶ τῆς προφητικῆς ἀκριβείας ἀπογυμνοῦν τὸν σκοπὸν, ἐκεῖνό φαμεν ἀναγκαίως· νεκροί τινές εἰσι καὶ οὐχὶ δὴ πάντως κατὰ τὴν σάρκα, νενεκρωμένοι δὲ μᾶλλον ὑπὸ φιληδονίας κοσμικῆς, καὶ ζωὴν οὐκ ἔχοντες τὴν ἁγίαν τὴν ἐν Χριστῷ τε καὶ ἀγγελικήν. Ἀλλ' ἐκτός σου, φησὶν, οἱ τοιοῦτοι, οὐκ ἂν μεταλάχοιεν τῆς ζωῆς, ἤτοι τῆς ζωοποιούσης χάριτος. Ἐκτός σου δὲ πάλιν οἱ τῶν ψυχικῶν ἀῤῥωστημάτων ἀπαλλάττειν οἷοί τε τοὺς ἐναλόντας αὐτοῖς, οἱ καὶ ἰατροὶ πνευματικοὶ νοοῖντ' ἂν εἰκότως· οὐκ ἄν τινα τῶν ἠῤῥωστηκότων ἀναστήσειαν. Ἰατροὺς δέ φαμεν πνευματικοὺς εἶναι, τοὺς ἁγίους προφήτας, ἀποστόλους τε καὶ εὐαγγελιστάς· οἳ διὰ τῆς ἄνωθεν χάριτος, καὶ τῆς ἐν πνεύματι χορηγίας τὸν ἰᾶσθαι δυνάμενον καταπλουτοῦντες λόγον θεραπεύουσι τοὺς τετραυματισμένους ὑπό τε τῆς ἁμαρτίας, καὶ τῆς τοῦ διαβόλου σκαιότητος. Εἰκὸς δὲ δή τι καὶ ἕτερον τὸν προφητικὸν ἡμῖν ὑπαινίττεσθαι λόγον· ὁ γάρ τοι Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἰσοσθενῆ καὶ ἰσοκλεᾶ τῷ Φύσαντι καταδεικνὺς ἑαυτὸν ἀνίστη μὲν ἐκ μνημάτων τοὺς νεκροὺς, τοὺς δὲ ἐν ἐσχάταις ὄντας ἰᾶτο νόσοις. Ἀλλὰ καίτοι τῶν οὕτω παραδόξων ἀποτελεστὴς γεγονὼς οὐ τετίμηται παρὰ τῶν τεθεαμένων· ἐδίωκόν τε καὶ οὕτως αὐτὸν οἱ τῶν Ἰουδαίων μάλιστα καθηγηταὶ, καὶ διδάσκαλοι. Ἐπειδὴ τοίνυν ἐκτός σού φησιν, οὐκ ἂν ἴδοιεν ζωὴν οἱ νεκροὶ, σὺ γὰρ εἶ καὶ μόνος ὁ ζωοποιεῖν δυνάμενος, οὐδ' ἂν ἀναστήσειεν ἐκ μνημάτων ἰατρὸς, οὓς ἀνέστησας αὐτός· ἠπίστησαν δὲ καὶ μετὰ τοῦτο ἔτι, καὶ ἀκαθέκτως λελυττήκασιν, οὓς ἦν εἰκὸς, καὶ πρό γε τῶν ἄλλων ἔσεσθαι πιστούς· διὰ τοῦτο ἐπήγαγες, καὶ ἀπώλεσας, καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν. Ἐπήγαγες γὰρ τὴν ὀργὴν αὐτοῖς, ἣ καὶ ἀπέκειρεν ἀναγκαίως οὐκ ἄρδην ἅπαντα τὸν Ἰσραήλ· σέσωσται γὰρ τὸ κατάλειμμα·