Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.584
Not analysed yet
ἀλλὰ πᾶν ἄρσεν αὐτῶν, τοῦτ' ἔστι, τὸ ἡγούμενον τάγμα. Ἡγεμονικώτατον γὰρ ὡς πρός γε τὸ θῆλυ τὸ ἄρσεν. Ἄῤῥενας δὲ ἀποκαλεῖ ἴσως τοὺς οἱονεὶ νεανικωτέρους τῶν Ἰουδαίων, οὐ κατὰ τὴν τοῦ σώματος εὐρωστίαν, κατὰ τὴν γνῶσιν δὲ μᾶλλον τῶν νομικῶν ἐνταλμάτων, τοιοῦτόν ἐστι τὸ πρὸς ἕνα τῶν προφητῶν εἰρημένον παρὰ Θεοῦ· «Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω πρὸς αὐτούς.» Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμοὺς, ὅτι δὲ τὸ προὖχόν τε καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· «Οὐαὶ ὑμῖν, Γραμματεῖς, καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Καὶ πάλιν· «Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαὶ, ὅτι ᾔρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσέρχεσθε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.» Κολάζεται τοίνυν εἰκότως τὸ ἄρσεν, τοῦτ' ἔστι, τὸ ἐν ὑπεροχῇ καὶ τίμιον. Καὶ ὡς ἐν ἀνδρείᾳ τῇ πνευματικῇ τότε ἧκον εἰς εἴδησιν τὴν κατὰ τὸν νόμον, οἷς καὶ προστεθῆναι βούλεται κακά. Οὐ γὰρ μόνον ἀποπεπτώκασι τῆς πρὸς Θεὸν οἰκειότητος ἐμπαροινήσαντες τῷ Χριστῷ, ἀλλὰ γὰρ καὶ τῷ λιμῷ δεδαπάνηνται, καὶ ταῖς ἐντεῦθεν περιπεπτώκασι συμφοραῖς, καταδῃωθείσης αὐτῶν τῆς χώρας, καὶ ἀνατετραμμένης εἰς ἅπαν. Οὓς δὲ εἴρηκεν ἄῤῥενας, τούτους καὶ ἐνδόξους ἀποκαλεῖ ὡς διαπρέποντας δηλονότι, καὶ ὑπερκειμένους τῶν ἄλλων, διάτοι τὸ κατεστέφθαι τοῖς τῆς ἱερωσύνης αὐχήμασιν. Τὸ πᾶν ἄρσεν αὐτῶν θεόδοτον, καὶ σύμμαχον, κακὰ δὲ τὰ κακωτικά φησιν, ἤτοι τὰς θεηλάτους ὀργὰς, λιμοὺς, λοιμοὺς, πολέμους, καὶ τὰ τούτοις ὅμοια. Ἐνδόξους δὲ τοὺς ἐν κακοῖς περιφανεῖς, καὶ ἐν δυναστείαις περιβοήτους. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου, ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. Ἐκ πολλῆς ἄγαν φιλοθείας ὁ μακάριος προφήτης κεκινημένος κατὰ τῶν Ἰουδαϊκῶν τολμημάτων εἰρηκώς τε ὅτι Πρόσθες κακὰ πᾶσι τοῖς ἐνδόξοις τῆς γῆς, ἵνα μή τις εἶναι νομίζηται τραχύς τε καὶ ἀπηνὴς οὐ κατοικτείρεσθαι μᾶλλον παρακαλῶν τοὺς ἡμαρτηκότας, ἀλλ' ἐν θλίψει γενέσθαι καὶ κακοῖς, ἐπήνεγκεν ἀναγκαίως τὸ πεφυκὸς ἅπασι συμβαίνειν, φημὶ δὲ τὸ ἐν θλίψει καὶ ἀνάγκαις διαμεμνῆσθαι φιλεῖν τοῦ πάντα ἰσχύοντος Θεοῦ. Τὸ μὲν γὰρ τῆς εὐθυμίας πλάτος ἀνίησιν ἔσθ' ὅτε πρὸς καταφρόνησιν, καὶ οὐδ' ὅσον εἰπεῖν αἰσθάνεσθαι τῶν πλημμελημάτων αὐτοὺς ἐκ πολλῆς ἄγαν ῥᾳθυμίας εἰς τοῦτο γνώμης κατολισθήσαντας. Συνελαύνει δὲ ὥσπερ ἡ θλίψις πρὸς Θεὸν, καὶ εἰς ἐπίγνωσιν ἀναφέρει τῶν διεπταισμένων. Οὐκοῦν ταύτης ἕνεκα τῆς αἰτίας, φησὶν, ἔφην ὅτι, Πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, ἐπείπερ ἐστὶ κοινὸν ἅπασι τότε δὴ μάλιστά σε ποιεῖσθαι διὰ μνήμης, καὶ τὰ σὰ βουλεύεσθαι, καὶ φρονεῖν, ὅταν συμφοραῖς κοινωνήσωσιν. Ἐν γὰρ θλίψει μικρᾷ παιδευόμεθα, οὐκ ἄκρατον οὐδὲ εἰς ἅπαν ἀπηνῆ τὴν τιμωρίαν ἐπάγοντος τοῦ Θεοῦ, συγκεραννύντος δὲ μᾶλλον ἡμερότητι