Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.585
Not analysed yet
τὴν ὀργήν. Οὐκοῦν οὐ μισοῦντος ἦν τοὺς ἡμαρτηκότας τὸ θλίψιν ἐπάγεσθαι παρακαλεῖν αὐτοῖς, ἀγαπῶντος δὲ μᾶλλον καὶ παιδεύεσθαι παρακαλοῦντος αὐτούς· ἵνα ἐπείπερ ἐκ προαιρέσεως ἰδίας καρπὸν οὐκ ἐσχήκασι τὴν εὐσέβειαν, κἂν γοῦν ὡς ἐξ ἀνάγκης περιτρέποιντο πρὸς τοῦτο τῆς θείας ὀργῆς εἰς αἴσθησιν κεκλημένοι. Τοιοῦτον, οἶμαι, ἐστὶ τὸ διὰ φωνῆς τοῦ Δαβὶδ ὀρθῶς εἰρημένον· «Ἐν χαλινῷ καὶ ἐν κημῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» Ἀλλ' ἐκεῖνοι μὲν ἀφόρητα πεπλημμεληκότες, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ περιπεσοῦνται τῇ θλίψει. Ἡμεῖς δὲ οἱ σοὶ καὶ τὰ σὰ φρονοῦντες καὶ λέγοντες διετέθημεν οὐχ ἑτέρως ἐπὶ τῷ ἀγαπητῷ σου, τοῦτ' ἔστι, τῷ Υἱῷ· καθάπερ ἀμέλει, καὶ ὠδίνουσα γυνὴ μονονουχὶ κατακεκραγότες τῶν ἀτιμαζόντων αὐτῶν ὀδυνόμενοί τε διὰ τοῦτο λίαν, καὶ πλείστην ὅσην τῶν ἀπειθούντων αὐτῷ ποιούμενοι τὴν καταβολήν. Ἔστι δ' ἀληθὲς ὅ φασι. καὶ γοῦν αὐτὸς ὁ μακάριος Ἡσαΐας ταῖς Ἰουδαίων ἀθυροστομίαις ἐπιτιμῶν, ἃς πεποίηνται κατὰ Χριστοῦ· «Ὑμεῖς δὲ,» φησὶ, «προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι· σπέρμα μοιχῶν καὶ πόρνης, ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνι ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶτταν ὑμῶν; Οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας, σπέρμα ἄνομον;» Καὶ μὴν καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτῶν πού φησιν· «Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸ νῶτον αὐτῶν διὰ παντὸς σύγκαψον.» Πλεῖστοί τε ὅσοι πρὸς τοῦτο παρὰ τῶν ἁγίων προφητῶν γεγόνασι λόγοι κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς, διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν. Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐκυήσαμεν ἐπὶ τῆς γῆς. Οἱ λέγοντες, ἐκ φιλοθεΐας γενέσθαι τῷ ἀγαπητῷ τοῦ Πατρὸς, δῆλον δὲ ὅτι τῷ Υἱῷ, καθάπερ ὠδίνουσα γυνὴ, τῇ τοῦ λόγου τροπῇ νουνεχῶς ἐμμένοντες, ὠδινῆσαί τέ φασι καὶ μὴν καὶ εἰληφέναι κατὰ γαστρὸς, καὶ τῆς σωτηρίας τὸ πνεῦμα τεκεῖν ἐπὶ γῆς. Πρέπει δ' ἂν, ὡς ἔφην, ὁ τοιοῦτος λόγος προφήταις τε καὶ ἁγίοις ἀποστόλοις τε καὶ εὐαγγελισταῖς οἳ τῆς ἄνωθεν μυσταγωγίας καταπλουτοῦντες τὴν χορηγίαν καὶ οἷόν τινας νοητοὺς δεχόμενοι σπερματικοὺς ἐκτετόκασι τοῖς ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, τοῦτ' ἕστι, τὴν ἐν πνεύματι διδασκαλίαν, ἣ καὶ ζωῆς ἐστι τῆς εἰς αἰῶνας πρόξενος. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ πνεῦμα πλειστάκις ὀνομάζειν τάς τινων συγγραφάς. «Καὶ γοῦν δοκιμάζετε,» φησὶ, «τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν.» Ἀεὶ γὰρ ἐν ἁγίῳ Πνεύματι τὸ σωτήριον λαλεῖται κήρυγμα, ἤγουν ἐν πνεύματι κοσμικῷ τὰ ὅσαπέρ ἐστι τῇ ἀληθείᾳ μαχόμενα. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος περὶ ἑαυτοῦ τε καὶ τῶν ἄλλων ἁγίων· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Πνεῦμα τοίνυν σωτηρίας τὸ εὐαγγελικὸν ἀποκαλοῦσι κήρυγμα. Ἀποφέρει γὰρ εἰς ἀμήρυτον ζωὴν καὶ εἰς μακραίωνα βίον.