Ancient Greek · ~8 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.588
Not analysed yet
Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν. Ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. Ἀξιάγαστος ἀληθῶς τῶν ἁγίων ἡ νῆψις. Ἐννοοῦσι γὰρ ἀεί πως τὸ ἀντιτετάχθαι δοκοῦν, οἷς ἂν πρὸς ἡμᾶς ποιοῖντο λόγοις. Οὐκοῦν ἐπειδήπερ πνεῦμα σωτήριον ἀποτεκεῖν ἔφασκον τοῖς ἐπὶ τῆς γῆς, κατισχύοντα δὲ καὶ μετὰ τοῦτο ἔτι τῶν ἐπὶ γῆς ὁρῶσι τὸν θάνατον, οἱονεί τινος λέγοντος· Τίς ἡ ὄνησις τῶν θείων ἡμῖν κηρυγμάτων; ποῦ δὲ τῆς σωτηρίας τὸ πνεῦμα; πίπτουσι γὰρ οἱ ἐπὶ τῆς γῆς· ἀντεπάγουσιν ἀναγκαίως τὴν ἀπολογίαν, καὶ δὴ καί φασιν, Ἀναστήσονται οἱ νεκροὶ, χάριτι μὲν Θεοῦ, καθά φησιν ὁ μακάριος Παῦλος· Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, πλὴν ἀνεβίω τριήμερος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ῥίζα τῶν δι' αὐτοῦ μεταπλαττομένων εἰς ζωὴν, καὶ οἷον ἀρχὴ τῆς ἀνθρώπου φύσεως ἀποδυομένης τὴν φθοράν· καὶ πεπλουτήκαμεν μὲν ἐν ἀκλονήτοις ἐλπίσι τὴν εἰς αἰῶνα ζωήν. Ἄραρε δὲ ὅτι πάντη τε καὶ πάντως ἀναβιώσονται μὲν οἱ νεκροὶ, καταργηθήσεται δὲ εἰσάπαν τοῦ θανάτου τὸ κράτος· πλὴν οὔπω παρόντος τοῦ καιροῦ καθ' ὃν ἡ ἀνάστασις· ὑποπίπτει τέως ἡ ἀνθρώπου φύσις, τῷ τεθνάναι δεῖν. Καὶ τὸν ἐν Χριστῷ τέως ἠσθενηκότα, καὶ ἐν ἡμῖν τε αὐτοῖς ἐσόμενον ἀσθενῆ κατὰ καιροὺς ὑπομένει θάνατον. Ἆρ' οὖν ἐκεῖνο, φησὶ, τοῖς παρ' ἡμῶν ἀντιτετάξεται λόγοις, ἤγουν σωτηρίοις κηρύγμασι, τὸ πίπτειν ἔτι τοὺς ἐπὶ τῆς γῆς; Καὶ τί τοῦτό ἐστι; παντελῶς οὐδέν. Ἀναβιώσονται γὰρ οἱ νεκροὶ, καὶ τὰ ἐν γῇ καὶ μνημείοις σώματα παλινδρομήσει πρὸς ζωήν. Καὶ τίς ἂν γένοιτο τοῦδε δὴ πάλιν ὁ τρόπος; Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστι. Καὶ δρόσον ἐν τούτοις ἀποκαλεῖν ἐγνώκασι τὴν ζωοποιὸν τοῦ πνεύματος ἐνέργειάν τε καὶ δύναμιν, δι' ἧς ἐγερθήσεσθαι τοὺς νεκροὺς ὁ μακάριος ἔφη Δαβίδ. Ψάλλει γάρ που πρὸς Θεὸν, καί φησιν· «Ἀποστρέψαντος γάρ σου τὸ πρόσωπον, ταραχθήσονται, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Δρόσος οὖν ἄρα ζωοποιὸς τὸ Πνεῦμα παρὰ Πατρὸς δι'