Ancient Greek · ~7 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.589
Not analysed yet
Υἱοῦ, καὶ αὐτοῖς τοῖς ἐκ γῆς σώμασιν ἐνιεῖσα τὴν ἀφθαρσίαν. Ἀλλ' οἱ μὲν ἐν γῇ πεσόντες ἀναβιώσονται, ἡ δέ γε τῶν δεδυσσεβηκότων γῆ πεσεῖται, καὶ τοῦτο παθεῖν συνέβη τῇ τῶν Ἰουδαίων χώρᾳ· πεπαρῳνήκασι γὰρ εἰς Χριστὸν, καὶ εἰς τοὺς ἁγίους μυσταγωγοὺς, καίτοι τὸ τῆς σωτηρίας τεκόντας πνεῦμα τοῖς ἐπὶ τῆς γῆς. Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου τόπου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. Καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. Τὸ τοῦ Θεοῦ πρόσωπον ἐν τούτοις ἡμῖν εἰσκομίζεται τῶν ἁγίων τὸν νοῦν ἐπαλείφοντος εἰς τὸ θληπαθές. Ἐπειδὴ γὰρ ἔμελλον, καὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑπ' οὐρανὸν τὸ τῆς σωτηρίας ποιοῦντες πνεῦμα, τοῦτ' ἔστι, τὸ εὐαγγελικὸν ἱερουργοῦντες κήρυγμα, δεινοῖς τε καὶ ἀφορήτοις πειρασμοῖς περιπεσεῖσθαι, καὶ αὐτὸν δὲ τὸν ἐπὶ ψυχῇ καὶ αἵματι κίνδυνον ὑπομεῖναι· ταύτῃτοι καὶ μάλα εἰκότως κατανεανιεύεσθαι φιλεῖν τῶν τοιούτων αὐτοὺς ἀναπείθει, λέγων· Βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου. Εὐφυέστατα δὲ καὶ εὐφήμως ἄγαν ἀποκαλεῖ τὰ ταμιεῖα τάχα που τὰ ἐν τῇ γῇ μνήματα· καὶ δὴ καὶ ἐν ἴσῳ τοῖς ἀληθῶς ἀποκρυπτομένοις ἀποκλείει τὰς θύρας, καὶ διαλανθάνει ἀνέχεσθαι βραχὺ, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου. Εἴρηται μὲν γὰρ τῇ τοῦ γένους ἀρχῇ, τοῦτ' ἔστι, τῷ Ἀδάμ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» καὶ ἐπάρατος ἦν διὰ τὴν παράβασιν ἡ ἀνθρώπου φύσις· ταύτῃτοι καὶ ὑπενήνεκται τῇ φθορᾷ. Λυθήσεται δὲ τὰ ἐκ θείας ὀργῆς ἐπενηνεγμένα. Καὶ τοῦτο εἰς ἅπαν κατὰ τὸν τῆς συντελείας καιρὸν καταργουμένου θανάτου, καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀνῃρημένης, καὶ τῆς ἁμαρτίας ἐκβεβοθρωμένης. Οὐκοῦν ἀποκρύβηθι, φησὶν, ὦ λαός μου, καὶ ἀνάσχου βραχὺ καὶ ὅσον ὅσον, ἕως ἂν ὁ ἐξ ὀργῆς Κυρίου θάνατος παρελάσῃ, καὶ ὁ τῆς ἁπάντων ἀναστάσεως ἀνα-