Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.592
Not analysed yet
δειχθείη καιρός. Εἰ γὰρ καὶ πάθῃς, φησὶ, τὸ τεθνάναι τυχὸν, τῆς τῶν μισούντων σκαιότητος ἐπιῤῥιπτούσης καὶ τοῦτο τοῖς ἁγίοις μυσταγωγοῖς, ἀλλ' οὖν ὁ πάντων Δεσπότης ἐποίσει τὴν κόλασιν τοῖς ἀνῃρηκόσιν ἁγίους. Ἐπάγει γὰρ ἀπὸ τοῦ ἁγίου Κύριος τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὅμοιον τοῦτό ἐστιν ἐκείνῳ· «Καὶ ἔβρεξε γὰρ Κύριος παρὰ Κυρίου ἐπὶ Σόδωμα πῦρ καὶ θεῖον.» Οὐκοῦν ὁ Υἱὸς ἀπὸ τοῦ ἁγίου [Humfred. Πατρὸς] Πνεύματος ἐποίσει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. Ὡς γὰρ αὐτός πού φησιν· «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ἐνστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἡ ὀργὴ τοῖς ἀνόσια πεπλημμεληκόσι κατὰ τῶν ἡγιασμένων ἐπενεχθήσεται, τὸ αἷμα αὐτῆς ἀνακαλύψει ἡ γῆ, καὶ οὐ κατακρύψει τοὺς ἀνῃρημένους, τοῦτ' ἔστι, πᾶν ὅπερ πέπτωκεν εἰς γῆν αἷμα τοῦτο ἔσται φανερὸν ἀποκρυβήσεται οὐδεὶς, ἤγουν εἰς ἀλήθειαν οἰχήσεται τῶν ἠδικημένων. Μεμνήσεται γὰρ ἁπάντων ὁ Δημιουργὸς, καὶ οὐδεὶς ἔσται παντελῶς τῶν ἀδίκως ἀνῃρημένων, ὃς οὐκ ἔσται γνώριμος, καὶ ἐν μνήμῃ Θεοῦ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν τὴν ἁγίαν, καὶ τὴν μεγάλην, καὶ τὴν ἰσχυρὰν, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Ἐπενεχθήσεσθαι τὴν ὀργὴν τοῖς ἠσεβηκόσι, καὶ ἀπεκτονόσιν αὐτοὺς, εὖ μάλα διειρηκὼς συναναιρεθήσεσθαι τοῖς ἑαυτοῦ τέκνοις, καὶ αὐτὸν ἔφη τὸν Σατανᾶν· οὗ τοῖς στρατηγήμασιν εἴκοντες κατεστράτευον τῶν ἁγίων οἱ τοῖς παρ' αὐτῶν κηρύγμασιν ἀντεξάγοντες. Κατ' ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ' ὃν ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς τὴν ἁγίαν τε καὶ τομωτάτην, καὶ μεγάλην μάχαιραν, τὸν παναλκῆ καὶ ἀκαταγώνιστον, τοῦτ' ἔστι, τὸν μονογενῆ Λόγον, ἐπάξει ὁ Πατὴρ ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα· ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα. Δράκοντά τε καὶ ὄφιν ὀνομάζει τὸν Σατανᾶν. Πικρὸς γὰρ καὶ ἰοβόλος, καὶ πρός γε τοῦτο δειλός. Ἀεὶ γὰρ φεύγειν ἔθος αὐτῷ. Δεινὸς δέ ἐστι καὶ φιλοκακοῦργος. Σκολιοδρομεῖ γὰρ ὥσπερ τὸ θηρίον, πλὴν ἀναιρεθήσεται· καὶ γὰρ ἀπρακτήσει λοιπὸν, μᾶλλον δὲ τοὺς τῆς ἀνοσιότητος ἀποτίσει λόγους, ποινὴν ἀνατλὰς τὴν ἐσχάτην, καὶ ταῖς ᾅδου πύλαις κάτοχος γεγονὼς, ἔργον τε τῆς εἰς αἰῶνα φλογὸς μακράν τε καὶ ἀτελεύτητον ὑπομένων κόλασιν. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλὸς, ἐπιθύμημα ἐξάρχειν κατ' αὐτοῦ. Ἐγὼ πόλις ὀχυρὰ, πόλις πολιορκουμένη· μάτην ποτιῶ αὐτήν. Ἁλώσεται γὰρ νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Διαπεράνας εὖ μάλα τὸν ἐπί γε τοῖς διὰ πίστεως σεσαγηνευμένοις λόγον, καὶ ὅτι χρίσονται μύρῳ, καὶ πίονται οἶνον ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ σαφέστατα διειπών· ὄρος δὲ εἶναί φαμεν τὴν Ἐκκλησίαν· προσεπαγαγών τε ὅτι καὶ ἐκδίκησις ἔσται τῶν ἀνῃρημένων δι' εὐσέβειαν, καὶ