Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.593.1
Not analysed yet
μὴν ὅτι τῇ ἁγίᾳ, καὶ μεγάλῃ μαχαίρᾳ πάντη τε καὶ πάντως ὁ ἀποστάτης ἀπολεῖται δράκων, ἀνακομίζει τὸν λόγον ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἀμαθίας τοῖς ἐξ αἵματος τοῦ Ἰσραήλ. Κατ' ἐκεῖνο γὰρ, φησὶ, τοῦ καιροῦ, καθ' ὃν ἀπαράδεκτον τὴν εἰς Χριστὸν ποιήσονται πίστιν· Ἐγὼ ὁ ἀμπελὼν ὁ καλὸς, οὗ καὶ τὸ κατάρχειν ἐπιθύμημα φαίη τις ἄν· ἐγὼ ἡ πόλις ἡ ὀχυρά· πεποίηται γὰρ οὕτως ὡς ἀπό γε τῆς Ἱερουσαλὴμ ὁ λόγος· Ἔσομαι πόλις πολιορκουμένη. Εἶτα τὸ τοῦ Θεοῦ πρόσωπον ὁ προφήτης ἡμῖν εἰσκομίζει, λέγων, ὅτι Μάτην ποτιῶ αὐτήν. Εἰ γὰρ καὶ γέγονε, φησὶν, ἄμπελος εὐκληματοῦσα ὁ Ἰσραὴλ, κατὰ τὴν Ἱερεμίου φωνὴν, ἀλλ' ἐποίησεν ἀκάνθας, καὶ ἀνόνητον ἐφ' ἑαυτῇ τὴν διὰ τοῦ νόμου παράκλησιν ἐποιήσατο. Μάτην οὖν ἄρα πεπότικέ τε αὐτὴν διὰ τοῦ πάλαι νόμου, κἂν εἰ ποτίσειεν ἔτι δι' εὐαγγελικοῦ κηρύγματος, ἀνωφέλητος καὶ οὕτως ὑπομενεῖ. Τί τοίνυν ἐντεῦθεν συνέβη παθεῖν αὐτήν; Ἁλώσεται νυκτὸς, ἡμέρας δὲ πεσεῖται τεῖχος. Ἐπειδὴ γὰρ αὐτὴν πόλιν ὠνόμασεν ἰσχυρὰν, καὶ μέντοι πολιορκουμένην, ἀναλόγως τῇ τῶν νοημάτων ἀκολουθείᾳ ἁλῶναί τέ φησιν αὐτὴν, καὶ μὴν ὅτι καὶ τὸ τεῖχος πεσεῖται διισχυρίζετο. Τὸ δέ γε νυκτὸς μὲν ἁλῶναι καὶ ἐν ἡμέρᾳ δὲ πεσεῖσθαι τεῖχος, ἔοικέ τι τοιοῦτον ὑποδηλοῦν. Εἴληπται μὲν γὰρ, ἤτοι πεπόρθηται, καθάπερ ἐν ἀχλύϊ καὶ σκότει γεγενημένη διά τοι τὸ μὴ ἀνασχέσθαι λέγοντος τοῦ Χριστοῦ «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ.» Ἐπειδὴ δὲ τῶν παρ' αὐτοῦ λόγων ὀλίγα πεφροντικότες διατετελέκασιν, οἱ δείλαοι κατελήφθησαν ὡς ἐν σκότῳ. Κατεκράτησε γὰρ αὐτῶν ἡ ἁμαρτία. Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένον· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ἥλω τοιγαροῦν, καὶ ἀπομεμένηκεν ἐν ἁμαρτίαις· πέπτωκε δὲ τεῖχος ὡς ἐν ἡμέρᾳ, τοῦτ' ἔστιν, ἐναργῶς τε καὶ ἐμφανῶς, τῆς παρὰ Θεοῦ περιβολῆς ἐστέρηται. Τοιοῦτόν τί φησι καὶ ἐν ἀρχαῖς ὁ μακάριος προφήτης Ἡσαΐας· «Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας.» Εἶτα προσεπάγει· «Νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνα μου καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.» Ὁρᾶς ὅπως ἐστὶν ἀληθὲς ὅπερ ἔφην, τοῦτ' ἔστι τὸ, Μάτην ποτιῶ αὐτήν. Οὐ γὰρ δέδωκεν ἔτι τὸν νοητὸν ὑετὸν τοῖς ἐξ Ἰσραήλ· καθεῖλε δὲ τὸν φραγμὸν αὐτοῦ, καὶ πρός γε τούτῳ τὸν τοῖχον. Καὶ φραγμὸν μὲν ἴσως τὰς ἐκ τῶν ἀγγέλων ἐπικουρίας ἀποκαλεῖ· τοῖχόν γε μὴν ἄληπτόν τε καὶ πεπηγότα τῆς παρ' ἑαυτοῦ δυνάμεως τὴν περιβολήν. Ὄρη γὰρ, φησὶ, κύκλῳ αὐτοῦ, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ἐὰν δὲ λέγῃ τὸ, «πέπτωκεν,» οὐχὶ πάντως ὅτι καὶ κατεκομίσθη δηλοῖ, ἀλλ' ὅτι μᾶλλον ἀφῄρηται. Μεμένηκε γὰρ ἀνεπικούρητος ὁ Ἰσραὴλ, καὶ τῆς ἄνωθεν φειδοῦς καὶ ἀγάπης ἀμέτοχος παντελῶς.