Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.596
Not analysed yet
Οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Πεπολιόρκηται μὲν ἡ τῶν Ἰουδαίων χώρα μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. Καὶ οἱ ἐκ παντὸς ἔθνους συναγηγερμένοι, τοῦτ' ἔστιν, ἡ πανσθενὴς τῶν Ῥωμαίων στρατιὰ κατεξανέστησαν ἀνδρικῶς τοῦ τῶν Ἰουδαίων ἔθνους. Πεπόρθηται δὲ καὶ ἑτέρως, νοητῶς δηλονότι, καὶ κεκρυμμένως· δέδοται γὰρ εἰς καταπάτημα τοῖς ἀκαθάρτοις πνεύμασιν. Εἰ γὰρ ἐστέρηται τοῦ φραγμοῦ, καὶ τὸ σῶζον αὐτὴν ἀφῄρηται τεῖχος, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι γέγονε νομὴ τῶν νοητῶν θηρίων; Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς τοῦ Δαβὶδ περὶ αὐτῆς εἰρημένον πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· «Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶντες αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;» Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ· καὶ ὄνος ἄγριος κατενεμήσατο αὐτήν. Ἦ γὰρ τὰ πολύτροπα διὰ τούτων σημαίνει πάθη ὑφ' ὧν κεκράτηται τῶν Ἰουδαίων ὁ νοῦς· ἀλογίαν μὲν τὴν ἐσχάτην τοῦ ὅνου σημαίνοντος· ἡδονήν γε μὴν τοῦ ὑός. Ὅτι οὖν γέγονεν εὐάλωτος παντὶ τῷ καταδηοῦν ἐθέλοντι τοῦτο διδάσκει, λέγων· Οὐκ ἔστιν ἢ οὐκ ἐπελάβετο αὐτῆς, οὐ γάρ ἐστι χεὶρ ἤτοι δύναμις, ἢ ἀνθρώπων ἢ πονηρῶν πνευματῶν ἥτις οὐκ ἐπελάβετο αὐτῆς. Ἀλλ', ὦ Δέσποτα, φαίη τις ἂν ἴσως· οὐ γὰρ ἔσωζες ὡς σὸν ὄντα λαὸν, οὐκ ἐφρούρεις αὐτὴν, καὶ τεῖχος ἦσθα τὸ παναλκές. Ναὶ, φησὶ, πεφρούρηκά τε καὶ περιβέβληκα τῇ παρ' ἐμαυτοῦ χάριτί τε καὶ εὐσθενείᾳ· ἀλλ' ἦν ἀναγκαῖον φρουρεῖσθαι τότε καρπὸν ἔχοντα τὸν ἐκ νόμου. Ἐπειδὴ δὲ λοιπὸν κατεκομίσθη εἰς τοῦτο, φησὶν, ἀθλιότητος, καὶ ἀφιλεργίας πνευματικῆς, ὡς καρπὸν ἔχειν τὸν ἐξ ἀρετῆς οὐδένα· ἔοικε δὲ καλάμῃ ψιλῇ καὶ ἀκάρπῳ· τίς με θήσει φυλάσσειν αὐτόν; Ποῖον γάρ ἐστι τὸ ἐκ τῆς ἀσφαλείας ὄφελος, εἰ καρπῶν ἐρήμη γέγονεν ἀγαθῶν; τίς οὖν ἀναπείσει με; Τοῦτο γὰρ τὸ «Θήσει» δηλοῖ φυλάσσειν καλάμην ἐν ἀγρῷ. Ἀλλὰ γὰρ πῶς εἰς τοῦτο ταλαιπωρίας ἐκβέβηκεν ἀπολογεῖται λέγων· Διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Καταδείκνυσιν ἐν τούτοις μονονουχὶ καὶ δακτύλῳ τὴν Ἱερουσαλήμ. Καὶ ἐπειδήπερ, φησὶ, γέγονέ μοι πολεμιωτάτη, ταύτῃτοι καὶ μάλα εἰκότως ἠθέτηκα αὐτήν. Οὐχ ἑτέραν τοίνυν πολεμίαν ἐν ἑαυτῷ γενέσθαι, φησὶν, ἀθετῆσαί τε πάλιν ἑτέραν, αὐτὴν δὲ μᾶλλον τὴν Ἱερουσαλὴμ, ὡς πολεμίαν καταδείκνυσι, καὶ ἠθετεῖσθαί φησιν, ἀποβεβλημένος δηλονότι τῆς πρὸς αὐτὸν οἰκειότητος πνευματικῆς. Ἔφη γὰρ πρὸς αὐτήν· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος ὁ Θεὸς πάντα ὅσα συνέταξε. Κατακέκαυμαι, βοήσονται πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἐπειδὴ γὰρ γέγονε πολεμία, φησὶ, καὶ ἀντέστη τῷ σώζοντι, καὶ πεπολέμηκεν ὡς ἐχθρῷ τῷ καλοῦντι πρὸς ζωὴν, διὰ τοῦτο πάντα ὅσα συνέταξε, τοῦν